Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν.

εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·

κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου.

[*](18 Cod. καύχησις)
3

πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι δέξαι ἀσμένως, καὶ ἐν ἀλλάγματι [*](148 1) ταπεινώσεως σου μακροθύμησον·

ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.

πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου·

καὶ εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν.

οἱ φοβούμενοι τὸν κύριον, πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι τὸν κύριον, ἐλπίσατε εἰς ἀγαθά, καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους.

οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε.

ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε κυρίῳ καὶ κατῃσχύνθη ; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;

διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.