Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

οὐ δυνήσεται θυμώδης ἀνὴρ δικαιωθῆναι·

ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.

ἕως καιροῦ ἀνέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη.

ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.

ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.

ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν.

σοφία γὰρ καὶ παιδεία φόβος κυρίου, καὶ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης.

μὴ ἀπειθήσῃς φόβῳ Κυρίου ἐνδεὴς ὤν, καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.

μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων, καὶ ἐν τοῖς χείλεσί σου μὴ πρόσεχε.

μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν,

καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου πάντα, καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε. ὅτι οὐ προσῆλθες ἐν ἀληθείᾳ τῷ φόβῳ τοῦ κυρίου, καὶ ἢ καρδία σου πλήρης δόλου.