Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ ἐὰν ᾖ εἷς σκληροτράχηλος ἐν λαῷ, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται.

[*](159 1)

ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ διὰ τάχους, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν.

κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ τὸ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ.

οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός, καὶ οὐ μὴ καθυστερίσῃ ὑπομονὴ εὐσεβοῦς.

πάσῃ ἐλεημοσύνη ποίησον τόπον, ἕκαστος γὰρ κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει·

κύριος ἐσκλήρυνε Φαραὼ μὴ εἰδέναι αὐτόν, ὅπως ἂν γνωσθῇ ἐνεργήματα αὐτοῦ τῆ ὑπ’ οὐρανόν.

πάσῃ τῇ κτίσει τὸ ἔλεος αὐτοῦ φανερόν· καὶ τὸ φῶς αὐτοῦ καὶ τὸ σκότος ἐμέρισε τῷ ἀδάμαντι.

μὴ εἴπῃς· ἀπὸ κυρίου κρυβήσομαι, καὶ ἐξ ὕψους τίς μου μνησθήσεται;

ἐν λαῷ πλείονι οὐ μὴ μνησθῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει;

ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἄβυσσος

  • καὶ
  • γῆ καὶ τὰ ἐν αὐτοῖς, ἐν τῆ ἐπισκοπῇ αὐτοῦ σαλευθήσεται·

    ἅπας ὁ κόσμος γεγονὼς καὶ γινόμενος ἐν θελήματι αὐτοῦ·

    ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι ἐπ’ αὐτὰ κύριον συσσείονται τρόμῳ,

    καὶ ἀξίως οὐ διανοηθήσεται ἐπ’ αὐτοῖς καρδία· καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται;