Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐστιν ἐν ἀποκρύφοις.

21

ἔργα δικαιοσύνης αὐτοῦ τίς ἀναγγελεῖ; ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη· καὶ ἐξέτασις ἁπάντων ἐν τελευτῇ.

ἐλαττοῦ μένος διανοιεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων διανοεῖται πλανώμενος μωρά.

ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην, καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῆ καρδίᾳ σου·

ἐκφανῶ ἐν σταθμῷ παιδείαν, καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην αὐτοῦ.

καὶ ἐν κρίσει Κυρίου ἔργα αὐτοῦ ἀπ’ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν.

ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ, καὶ ἐν χειρὶ αὐτοῦ αἱ ἀρχαὶ [*](159 2) αὐτοῦ εἰς γενεὰς γενεῶν. οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν ἐν ποιήμασιν αὐτοῦ, καὶ οὐκ ἐξέλειπον ἀπὸ τῶν ἔργων αὐτοῦ·

ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψε, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσι τὸν λόγον αὐτοῦ.

καὶ μετὰ ταῦτα εἰς γῆν ἐπέβλεψεν ὁ κύριος· καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ.

ψυχὴν παντὸς ζώου ἑ κάλυψε τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.