Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐν πτωχείᾳ ποσαχῶς; σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.

[*](18 Cod. ἄνος (ἄνθρωπος))
14

μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ, καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ.

μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς.

ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, καὶ ἐν ἡμέρᾳ δόξης [*](155 1) μὴ ἐπαίρου· ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου ἐστι, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις.

πολλοὶ τύραννοι ἐκάθισαν ἐπ’ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα.

πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων.

πρὶν ἢ ἐξετάσῃς μὴ μέμψῃ, νόησον πρῶτον καὶ τότε ἐπιτίμα.

πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου, καὶ ἐν μέσῳ λόγων μὴ παρέμβαλλε ῥῆμα.

περὶ πράγματος οὗ οὐκ ἔστι σοι μὴ ἔριζε, καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.

τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν γὰρ πληθύνῃς, οὐκ ἀθῳωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς.

ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τοσούτῳ μᾶλλον ὑστερεῖται.