Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

πρὸ λήξεως ἀρχὴ φόβος κυρίου· ἐκβολὴ δὲ ἀρχῆς σκληρισμὸς καὶ ὑπερηφανία.

πλούσιος καὶ ἔνδοξος καὶ πτωχός, τὸ καύχημα αὐτῶν φόβος κυρίου.

οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν.

μεγιστᾶνες καὶ κριταὶ καὶ δυνάσται δοξασθήσονται, καὶ οὐκ ἔστι τις αὐτῶν μείζων τοῦ φοβουμένου τὸν κύριον.

οἰκέτῃ συνετῷ ἐλεύθεροι λειτουργήσουσι, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει παιδευόμενος.

μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου, καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου.

κρεῖσσον γὰρ ὁ ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ ὁ δοξαζόμενος καὶ ἀπορῶν ἄρτου.

τέκνον, ἐν πρᾳΰτητί σου δόξασον τὴν ψυχήν σου, καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει;

καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ;

πτωχὸς δοξάζεται δι’ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ.

ὁ δεδοξασμένος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ,