Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μακρὸν ἀρρώστημα, κόπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.

ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας.

ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου, καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ [*](17 Cod. τεχνητῶν)

13
καρδία αὐτοῦ.

ὅτι ἀρχὴ ἁμαρτίας ὑπερηφανία, καὶ ὁ κρατῶν αὐτῆς ἐξυβρίσει βδέλυγμα, καὶ καταστρα- φήσεται εἰς τέλος. διὰ τοῦτο παρεδόξασε Κόριος τὰς ἐπαγωγάς, καὶ κατέστρεψεν εἰς τέλος αὐτούς.

θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος, καὶ ἐκάθισε πρᾳεῖς ἀντ’ αὐτῶν ἔνδοθεν.

ῥίζας ἐθνῶν ὑπερηφάνων ἐξεῖλε κύριος, καὶ ἐφύτευσεν ἀντ’ αὐτῶν ἐν δόξῃ ταπεινούς·

χώρας ἐθνῶν κατέστρεψε κύριος, καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς.

ἐξῆρεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτούς, καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.

οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία, οὐδὲ ὀργὴ θυμοῦ γεννήμασι γυναικῶν.

σπέρμα ἀσφαλείας οἱ φοβούμενοι Κύριον· καὶ [*](154 2) ἔντιμον φύτευμα οἱ ἀγαπῶντες αὐτόν. σπέρμα ἀτιμίας οἱ μὴ προσέχοντες τῷ νόμῳ· σπέρμα πλανήσεως οἱ παραβαίνοντες ἐντολάς.

ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος, καὶ οἱ φοβούμενοι κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ.