Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. κρείσσων ἀτεκνία μετὰ ἀρετῆς·
  2. ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς,
  3. ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις.
  1. παροῦσάν τε μιμοῦνται αὐτήν,
  2. καὶ ποθοῦσιν ἀπελθοῦσαν·
  3. καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει,
  4. τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.
  1. πολύγονον δὲ ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει,
  2. καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος,
  3. οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει·
  1. κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ,
  2. ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται,
  3. καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται·
  1. περικλασθήσονται κλῶνες ἀτέλεστοι,
  2. καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος, ἄωρος εἰς βρῶσιν
  3. καὶ εἰς οὐθὲν ἐπιτήδειος·
  1. ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα
  2. μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν.