Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐάν τε ὀξέως τελευτήσωσιν, οὐκ ἔχουσιν ἐλπίδα
  2. οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύθιον·
  1. γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη.
  1. κρείσσων ἀτεκνία μετὰ ἀρετῆς·
  2. ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς,
  3. ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις.
  1. παροῦσάν τε μιμοῦνται αὐτήν,
  2. καὶ ποθοῦσιν ἀπελθοῦσαν·
  3. καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει,
  4. τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.