Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπλήγησαν δὲ καὶ ἀορασίᾳ,
  2. ὥσπερ ἐκεῖνοι ἐπὶ ταῖς τοῦ δικαίου θύραις,
  3. ὅτε ἀχανεῖ περιβληθέντες σκότει
  4. ἕκαστος τῶν αὐτοῦ θυρῶν τὴν δίοδον ἐζήτει.
  1. δι᾿ ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεθαρμοζόμενα,
  2. ὥσπερ ἐν ψαλτηρίῳ φθόγγοι τοῦ ῥυθμοῦ τὸ ὄνομα
  3. διαλλάσσουσιν,
  4. πάντοτε μένοντα ἤχῳ,
  5. ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς.