Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμῶν,
  2. ἵνα ἀσφαλῶς εἰδότες οἶς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν.
  1. προσεδέχθη ὑπὸ λαοῦ σου
  2. σωτηρία μὲν δικαίων, ἐχθρῶν δὲ ἀπωλία·
  1. ὧς γὰρ ἐτιμωρήσαω τοὺς ὑπεναντίους,
  2. τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας.
  1. κρυφῇ γὰρ ἐθυσίαζον ὅσιοι παῖδες ἀγαθῶν,
  2. καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο,
  3. τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν
  4. καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους,
  5. πατέρων ἤδη προαναμελπόντων αἴνους.
  1. ἀντήχει δʼ ἀσύμφωνος ἐχθρῶν ἡ βοή,
  2. καὶ οἰκτρὰ διεφέρετο θρηνουμένων παίδων.
  1. ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασθείς,
  2. καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων·
  1. ὁμοθυμαδὸν δὲ πάντες ἐν ἐνὶ ὀνόματι θανάτου
  2. νεκροὺς εἶχον ἀναριθμήτους·
  3. οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζῶντες ἦσαν ἱκανοί,
  4. ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτῶν διε-
  5. φθάρη.
  1. πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς φαρμακείας,
  2. ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ ὡμολόγησαν θεοῦ υἱὸν λαὸν
  3. εἶναι.
  1. ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα
  2. [*](4 φυλαξαντες] φυλασσοντες U+05D0 | εμελλεν U+05D0 | φωτος U+05D0* (φως U+05D0c.ᵃ) 5 αυ- U+05D0A τους] pr δ A | αποκτεινοι] αποκτινειν U+05D0* (-κτιναι U+05D0c.ᵃ) | το] om U+05D0¹c.ᵃ τον A | αφειλω] αφιλου A | και 2⁰] τους δε εχθρους του λαου U+05D0* (και U+05D0c.ᵃ ) 6 επευ- θυμησωσιν] επιθυμησωσιν U+05D0 7 προσεδεχθη] προσδεχθη δε A | απωλεια Bᵃᵇ 9 om οσιοι A | θειοτητος] οσιοτητος U+05D0 | om και 2⁰ U+05D0c.ᵃ | πατερων] πατερ U+05D0c.ᵃ, c.c | προαναμελποντες U+05D0c.ᵃ A 10 δ] δε A | η βοη] om η U+05D0c.ᵃA | διεφερετο] διεφενετο A | θρηνουμενων] pr φωνη U+05D0A 11 βασιλεια U+05D0* (-λει U+05D0c.ᵃ) | τα αυτα] ταυτα U+05D0 12 ομοθυμαδον] ομοθυμο incep U+05D0* (improb ο 3° | U+05D0¹) | om δε U+05D0* (hab U+05D0c.ᵃ) | improb εν U+05D0c.ᵃ | η εντιμοτερα] om η U+05D0* (hab U+05D0c.ᵃ) | διεφθαρη] διεφθαρτο U+05D0A 13 φαρμακιας U+05D0A)
    640
    [*](B)
  3. καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης τὰ πάντα,
  1. ὁ παντοδύναμός σου λόγος ἀπʼ οὐρανῶν ἐκ θρόνων βασιλείων
  2. ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς·
  1. ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγὴν σου φέρων,
  2. καὶ στὰς ἐπλήραοσεν τὰ πάντα θανάτου·
  3. καὶ οὐρανοῦ μέν ἥπτετο, βεβήκει δʼ ἐπὶ γῆς.
  1. τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων
  2. δεινῶς ἐξετάραξαν αὐτούς,
  3. φόβοι δὲ ἐπέστησαν ἀδόκητοι,
  1. καὶ ἄλλος ἀλλαχῇ ῥιμφεὶς ἡμίθνητος
  2. δι᾿ ἣν ἔθνησκεν αἰτίαν ἐνεφάνιζεν·
  1. οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν,
  2. ἵνα μὴ ἀγνοοῦντες δι᾿ ὃ κακῶς πάσχουσιν ἀπόλωνται.
  1. Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου,
  2. καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους·
  3. ἀλλ᾿ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή.
  1. σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν,
  2. τὸ τῆς ἰδίας λειτουργίας ὅπλον
  3. προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας·
  4. ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ,
  5. δεικνὺς ὅτι σός ἐστιν θεράπων.
  1. ἐνίκησεν τὸν ὄχλον οὐκ ἰσχύι τοῦ σώματος, οὐχ ὅπλων ἐνερἀλλὰ
  2. λόγῳ τὸν κολάζοντα ὑπέταξεν,
  3. ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας.
  1. σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπʼ ἀλλήλων νεκρῶν.
  2. μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν
  3. καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν.
[*](§ C)
  1. §24 ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος.
  2. καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθου γλυφῆς,
  3. [*](U+05D0AC)[*](14 om τα πανια (2°) Bᵃᵇ U+05D0A 16 επιταγην] υποταγην A | δ επι] δε U+05D0* (δ επι U+05D0c.ᵃ) δε επι A 17 δεινων U+05D0A 18 ριφεις] ριφθις A | εθνη- σκον U+05D0* (-σπκεν U+05D0c.ᵃ) A | ενεφανιζ| A 19 om τουτο | προσεμηνυσαν A 20 δικαιων] + τοτε U+05D0c.ᵃ + ποτε U+05D0c.ᵃ | πειρα] α sup ras Aᵃ | η οργη] +σου U+05D0* (improb U+05D0c.ᵃ) 21 προσευχης U+05D0c.ᵃ | τω θυμω] om τω U+05D0* (hab τω U+05D0c.ᵃ ) | επεθηκεν U+05D0A | δειγνυς A 22 ενικησεν] + δε Bᵃᵇ U+05D0A | ενεργια B* fort (-γεια Bᵃ) 23 σωρηδον] adnot ἀναριθμήτων ωσπερ| σωρός Bᵃ ᵐᵍ | πεπτωκοτων] ε sup ras Aᵃ? | ανεκοψεν U+05D0 | διεσχισεν] διεκοψεν U+05D0c.ᵃ 24 τετραστ....C | λιθων AC | γλυφη U+05D0* (-φης U+05D0c.ᵃ))
    641
  4. καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ.
[*](B)
  1. τούτοις εἶξεν ὁ ὀλοθρεύων, ταῦτα δέ ἐφοβήθησαν·
  2. ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.