Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Τοῖς δὲ ἀσεβέσιν μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη·
  2. προῄδει γὰρ αὐτῶν καὶ τὰ μέλλοντα,
  1. ὅτι αὐτοὶ ἐπιστρέψαντες τοῦ ἀπεῖναι
  2. καὶ μετὰ σπουδῆς προπέμψαντες αὐτούς,
  3. διώξουσιν μεταμεληθέντες.
  1. ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένθη
  2. καὶ προσοδυρόμενοι τάφοις νεκρῶν,
  3. ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας,
  4. καὶ οὓς ἱκετεύοντες ἐξέβαλον, τούτους ὡς φυγάδας ἐδίωκον.
  1. εἷλκεν γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ τοῦτο πέρας ἀνάγκη,
  2. καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν,
  3. ἵνα τὴν λείπουσαυ ταῖς βασάνοις προσαναπληρῶσαωσιν κόλασιν,
  1. καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράσῃ,
  2. ἐκεῖνοι δὲ ξένον εὕρωσι θάνατον.
  1. ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωθεν διετυποῦτο,
  2. ὑπηρετοῦσα ταῖς ἰδίαις ἐπιταγαῖς,
  3. ἵνα οἱ σοὶ παῖδες φυλαχθῶσιν ἀβλαβεῖς.
  1. ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη,
  2. ἐκ δὲ προυφεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐθεωρήθη,
  3. ἐξ ἐρυθρᾶς θαλάσσης ὁδὸς ἀνεμπόδιστος,
  4. καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου·
  1. δι᾿ οὖ πανεθνεὶ διῆλθον οἱ τῇ σῇ σκεπαζόμενοι χειρί,
  2. θεωρήσαντες θαυμαστὰ τέρατα.
  1. ὡς γὰρ ἵπποι ἐνεμήθησαν
  2. καὶ ὡς ἀμνοὶ διεσκίρτησαν,
  3. αἰνοῦντές σε, Κύριε, τὸν ῥυόμενον αὐτούς·
[*](24 μεγαλωσυνη] pr η U+05D0c.ᵃ 25 ολεθρευων AC | om δε U+05D0* (hab U+05D0c.ᵃ ) | U+05D0AC εφοβηθη U+05D0c.ᵃA | οργης] + σου U+05D0 ΧΙΧ 1 ασεβεσι A 2 επε- στρεψαντες U+05D0* (επιστρ. U+05D0¹⁽ᵛⁱᵈ)) επιτρ. U+05D0c.ᵃA 3 om ανοιας U+05D0* (hab U+05D0c.ᵃ) 4 περας] pr το AC | αμνηστειαν B* (-πιαν Bᵇ) | ενεβαλεν] εβαλεν C | λιπουσαν U+05D0 ειπουσαν A* (λειπ. A¹) | προσαναπληρωσωσι BᵇA (σῑl) προσαναπληρωσουσιν U+05D0 5 οδοιπορειαν B* (-ριαν Bᵇ) | περαση BᵃᵇA | ευρωσιν U+05D0 6 γενει] adnot ταχι U+05D0c.ᵃ | ιδιαις] σαις U+05D0A | αβλαβις U+05D0* (-βεις U+05D0c.ᵃ ) 7 τη την π. τκιαζουση A | δε] γαρ U+05D0c.ᵃ | εθεωρηθη BU+05D0c.ᵃC] εθεωρειτο U+05D0*A (-ροιτο) | εξ] pr U+05D0c.ᵃ 8 δι η U+05D0* (δι ου U+05D0¹) | πανεθνει] παν εθνος Bᵃᵇ U+05D0* (πανεθνι U+05D0c.ᵃ) | θεωρησαντας A 9 διε........ C | ρυσαμενον AC)
642
[*](Β)
  1. ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν,
  2. πῶς ἀντὶ μὲν γενέσεως ζῴων ἐξήγαγεν ἡ γῆ σκνῖπα,
  3. ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλῆθος βατράχων.
  1. ἐφʼ ὑστέρῳ δὲ εἶδον καὶ νέαν γένεσιν ὀρνέων,
  2. ὅτε ἐπιθυμίᾳ προαχθέντες ἠτήσαντο ἐδέσματα τρυφῆς·
  1. εἰς γὰρ παραμυθίαν ἀνέβη αὐτοῖς ἀπὸ θαλάσσης
  2. ὀρτυγομήτρα.
  1. καὶ αἱ τιμωρίαι τοῖς ἁμαρτωλοῖς ἐπῆλθον,
  2. οὐκ ἄνευ τῶν γεγονότων τεκμηρίων τῇ βίᾳ τῶν κεραυνῶν·
  3. δικαίως γὰρ ἔπασχον ταῖς ἰδίαις αὐτῶν πονηρίαις,
  4. (¹³)καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν.
  1. οἱ μὲν γὰρ τοὺς ἀγνοοῦντας οὐκ ἐδέχοντο παρόντας,
  2. οὗτοι δὲ εὐεργέτας ξενους ἐδουλοῦντο.
  1. καὶ οὐ μόνον, ἀλλ᾿ ἦ τις ἐπισκοπὴ ἔσται αὐτῶν,
  2. ἐπεὶ ἀπεχθῶς προσεδέχοντο τοὺς ἀλλοτρίους·
  1. οἱ δὲ μετὰ ἑορτασμάτων
  2. εἰσδεξάμενοι τοὺς ἤδη τῶν αὐτῶν μετεσχηκότας δικαίων
  3. δεινοῖς ἐκάκωσαν πόνοις.
  1. ἐπλήγησαν δὲ καὶ ἀορασίᾳ,
  2. ὥσπερ ἐκεῖνοι ἐπὶ ταῖς τοῦ δικαίου θύραις,
  3. ὅτε ἀχανεῖ περιβληθέντες σκότει
  4. ἕκαστος τῶν αὐτοῦ θυρῶν τὴν δίοδον ἐζήτει.
  1. δι᾿ ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεθαρμοζόμενα,
  2. ὥσπερ ἐν ψαλτηρίῳ φθόγγοι τοῦ ῥυθμοῦ τὸ ὄνομα
  3. διαλλάσσουσιν,
  4. πάντοτε μένοντα ἤχῳ,
  5. ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς.
  1. χερσαῖα γὰρ εἰς ἔνυδρα μετεβάλλετο,
  2. καὶ νηκτὰ μετέβαινεν ἐπὶ γῆς·
[*](U+05D0AC)[*](10 om μεν C | η γη] om η C | σκνιπα Bᵇ (σκνειπα B*)] σκνιφα U+05D0* σκνιφας U+05D0c.ᵃA (ras 1 vel 2 lilt post φ A?) σιν... C | ανυδρων A | εξηρευξατο] εξη- ρευσατο A εξηρευ... C | πληθος βατραχων] βατραχους U+05D0* (-χων U+05D0c.ᵃ pr πληθος U+05D01?a?ᵐᵍ) 11 ιδον AC | γενεσιν νεαν A 12 ανεβη αυτοις απο θαλασσης] εκ θαλ. ανεβη αυτοις U+05D0 13 γεγονοτων] προγεγονοτων U+05D0ΑC | των κεραυνων] om των ?/c.ᵃ | πονηριαις ουτων U+05D0 | om γαρ 2⁰U+05D0 14 γαρ τους] αρτους Cᵛⁱᵈ ουτοι] αυτοι C 15 αλλ] αλλα C 16 om των ουτων U+05D0 | δικαιων] pr των U+05D0 17 αυτου] εαυτου AC 18 γαρ] δε C | στοιχεια μεθαρμοζομενα] ιχεια μεθαρμο sup ras Aᵃ | δαλασσουσιν U+05D0 | παντοτε] πανια U+05D0c.ᵃ | ηχω] pr εν U+05D0c.ᵃ | οψεως] ς sup ras A 19 ενυδρα] ενεδρα U+05D0* (ενυδρα U+05D0c.ᵃ) | μετα- βαλλετο C | επι γης] εις γην U+05D0* (επι γης U+05D0c.ᵃ))
643
  1. πῦρ ἴσχυσεν ἐν ὕδατι τῆς ἰδίας δυνάμεως,
  2. καὶ ὕδωρ τῆς σβεστικῆς δυνάμεως ἐπελανθάνετο.