Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγὴν σου φέρων,
  2. καὶ στὰς ἐπλήραοσεν τὰ πάντα θανάτου·
  3. καὶ οὐρανοῦ μέν ἥπτετο, βεβήκει δʼ ἐπὶ γῆς.
  1. τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων
  2. δεινῶς ἐξετάραξαν αὐτούς,
  3. φόβοι δὲ ἐπέστησαν ἀδόκητοι,
  1. καὶ ἄλλος ἀλλαχῇ ῥιμφεὶς ἡμίθνητος
  2. δι᾿ ἣν ἔθνησκεν αἰτίαν ἐνεφάνιζεν·
  1. οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν,
  2. ἵνα μὴ ἀγνοοῦντες δι᾿ ὃ κακῶς πάσχουσιν ἀπόλωνται.
  1. Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου,
  2. καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους·
  3. ἀλλ᾿ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή.