Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἡ μέν γὰρ ὑπόστασίς σου τὴν σὴν γλυκύτητα πρὸς τέκνα
  2. ἐνεφάνισεν,
  3. τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν
  4. πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο.
  1. χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ καὶ οὐκ ἐτήκετο,
  2. ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς
  3. κατέφθειρε πῦρ φλεγόμενον ἐν τῇ χαλάζρῃ
  4. καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον·
  1. τοῦτο πάλιν δʼ, ἴνα τραφῶσιν δίκαιοι,
  2. καὶ τῆς ἰδίας ἐπιλέλησται δυνάμεαως.
  1. ἡ γὰρ κτίσις σοι τῷ ποιήσαντι ὑπηρετοῦσα
  2. ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων,
  3. καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπέρ τῶν εἰς σἐ πεποιθότων.
  1. διὰ τοῦτο καὶ τότε τἰς πάντα μεταλλευομένη
  2. [*](16 απαραιτητοις] απαρετητως C 17 παραδοξοτατον] α 3° sup ras U+05D0AC Aᵃ? | παντα] pr τα U+05D0 | πλειον] πλεον U+05D0C | εστιν ο κοσμος U+05D0 | ὄικαιοις A 18 ημερουτο] ειμερουτο *B (ιμ. Bᵇ) U+05D0* (ημ. U+05D0c.a) | om ζωα U+05D0 (hab U+05D0c.a) | αλλ] αλλα U+05D0*AC αλλ ινα U+05D0c.a | om αυτοι U+05D0* (hab U+05D0c.a ᵃ) | ιδωσιν Bᵇ ιδωσι U+05D0 | κρισει θυ C | ελαυνωνται A 19 γεννηματα U+05D0A | διαηφθειρη] καταφθειρη U+05D0A καταφθαρει C 20 αυτοις απ ουρανου επεμψας] απ ουρανου παρεσχες αυτοις U+05D0ACviᵈ | ακοπιαστως A | αρμονιαν U+05D0 21 om σου C | προς τεκνα γλυκυτητα ενεφανιζεν U+05D0 προς τ. ενεφανιζεν γλ. A προς τ. ενεφανισεν γλ. C | τη] την U+05D0* (ras ν U+05D0?) | μετεκιρνατο] μετεκρινατον U+05D0c.a a vid c.c 22 υπεμινεν U+05D0 υπεμενε A | γνωσιν] γνωμεν U+05D0c.a | εχθρων] εθνων A | φλεγομενον] φλεγον U+05D0 | εν τοις υετοις] ξενοις υ. U+05D0c a | διαστραπτεν C 23 παλιν δ] om δ U+05D0 δε παλιν AC | επιλελησθαι B? 24 κτισις] κτησεις A | ποιησαντι] + αυτον C | om υπηρετουσα C | εις σε] επι σοι U+05D0AC 25 om εις πανια U+05D0 | μεταl|λευο- μενη A)
    636
    [*](B)
  3. τῇ παντοτρόφῳ σου δαωρεᾷ ὑπηρετεῖ,
  4. πρὸς τὴν τῶν δεομένων θέλησιαυ·
  1. ἴνα μάθωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, Κύριε,
  2. ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον,
  3. ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ.
  1. τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον
  2. ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο,
  1. Μπως γνωστὸν ἧν ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπʼ εὐχαριστίαν
  2. καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι.
  1. ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται,
  2. καὶ ῥυήσεται ὡς ὕδαωρ ἄχρηστον.