Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ γὰρ οὕτε βοτάνη οὕτε μάλαγμα ἐθεράπευσεν αὐτούς,
  2. ἀλλὰ ὁ σός, Κύριε, λόγος ὁ πάντα ἰώμενος.
  1. σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις,
  2. καὶ κατάγεις εἰς πύλας ᾄδου καὶ ἀνάγεις.
  1. ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ,
  2. ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει,
  3. οὐδὲ ἀναλύει ψυχὴν παραλημφθεῖσαν.
  1. Τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν.
  1. ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς
  2. ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώθησαν,
  3. [*](U+05D0AC)[*](5 τε] δε C | διεφθειροντο] εφθειροντο U+05D0* (διεφθ. U+05D0c.a) 6 εταραχθη U+05D0* (-χθησαν U+05D0c ᵃ) | συμβουλαν U+05D0Α | νομον A | om σου 7 τον π. σω- τηρα aliter legi vid in C 8 ημων] σου U+05D0* (ημ. U+05D0c ᵃ) 9 om γαρ U+05D0* (hab U+05D0c.a) | απεκτινε U+05D0c.a | δηγματα] δηματα U+05D0* (δηγμ. U+05D0c.a(fort) c.c | ευρεθη] ευρη incep U+05D0* (ευρεθ. U+05D0¹) | τοιουτων] τουτων U+05D0* (τοιουτ, U+05D0c.a 10 γαρ σου] σου γαρ U+05D0 | αντιπαρηλθε C | ιασατο] ιατο U+05D0 11 ενκεπτριζοντο ACᵛiᵈ | om ινα μη εις βαθειαν U+05D0* (hab ινα μη εις βαθιαν U+05D0c.a) 12 αλλα] αλλ C | λογος] pr ο U+05D0 | παντας A | ιωμενος] δυναμενος U+05D0c.a 14 δε 1°] μεν U+05D0* (δε U+05D0c.a) | αποκτενι | om μεν U+05D0* (hab U+05D0c.a) | πνευμα] pr το U+05D0c.a ᵃ | αναλυσει U+05D0 16 ιδενε C | υσχυι Α)
    635
  4. ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις
  5. [*](B)
  6. καὶ πυρὶ καταναλισκόμενοι.
  1. τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννύντι ὕδατι
  2. πλεῖον ἐνήργει τὸ πῦρ,
  3. ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶν δικαίων.
  1. ποτὲ μέν γὰρ ἡμεροῦτο φλόξ,
  2. ἴνα μὴ καταφλέξῃ τὰ ἐπʼ ἀσεβεῖς ἀπεσταλμένα ζῷα,
  3. ἀλλʼ αὐτοὶ βλέποντες εἰδῶσιν ὅτι θεοῦ κρίσει ἐλαύνονται·
  1. ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπέρ τὴν πυρὸς δύναμιν φλέγει.
  2. ἴνα ἀδίκου γῆς γενήματα διαφθείρῃ.
  1. ἀνθʼ ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸν λαόν σου,
  2. καὶ ἕτοιμον ἄρτον αὐτοῖς ἀπʼ οὐρανοῦ ἔπεμψας ἀκοπιάτως,
  3. πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν.