Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πάλιν δʼ οὐδʼ αὐτοὶ συνγνωστοί·
  1. εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι
  2. ἴνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα,
  3. τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον;
  1. Ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν,
  2. οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπωον,
  3. [*](27 ιδοντες] + δε U+05D0 | ειδεναι (ιδ. A)] om U+05D0 | αυτους] αυτον U+05D0* αυτων U+05D0c.a U+05D0A XIII 1 om μεν U+05D0* (hab U+05D0c.a) | φυσι ανθρωποι U+05D0 | ιδεναι A | ουτε] ουδε U+05D0 | προσχοντες] προσεχοντες U+05D0Α | επεγνωσαν] εγνωσαν U+05D0 2 αστερων U+05D0c.a | πρυτανις U+05D0 3 θεους] ταυθ U+05D0* τουθ᾿ U+05D0c.a pr ταυτα A | εστιν U+05D0 | βελτειω B* (-τιω Bᵇ) βελτειον U+05D0* (-τειων U+05D0c.aᵃ) | καλλους] κοσμου U+05D0c.a 4 ει δε] om δε U+05D0* εις δε U+05D0c.a A | δυναμν U+05D0A | ενεργειαν U+05D0 (-γιαν) A | εκπλαγεντες] pr και U+05D0* (om και U+05D0c.a) 5 καλλονης και] και καλλ. U+05D0c.a om και A | ο γενεσιουργος bis scr U+05D0* (improb 2⁰ U+05D0c.a) 6 επι] ετι A | μεμψις εστιν A 7 διερευνωσιν BᵃᵇU+05D0c.a A 8 ουδ] ουδε A | συγγνωστοι Bᵇ συγνωστοι A 9 ιδεναι A)
    628
    [*](B)
  4. χρυσὸν καὶ ἄργυρον, τέχνης ἐμμελέτημα,
  5. καὶ ἀπεικάσματα ζῴων,
  6. ἢ λίθον ἄχρηστον. χειρὸς ἔργον ἀρχαίας.
  1. εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας
  2. περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ,
  3. καὶ τεχνησάμενος εὐπρεπῶς
  4. κατεσκεύασεν χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς,
  1. τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας
  2. ἐνεπλήσθη·
  1. τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον,
  2. ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός,
  3. λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ,
  4. καὶ ἐμπειρίᾳ ἀνέσεως ἐτύπωσεν αὐτό,
  5. ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου,
  1. ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτό,
  2. καταχρίσας μίλτῳ καὶ φύκει ἐρυθήνας χρόαν αὐτοῦ,
  3. καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας,