Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Μάταιοι μέν γὰρ πάντες ἄνθρωποι φύσει, οἷς παρῆν θεοῦ
  2. ἀγνωσία,
  3. καὶ ἐκ τῶν ὁραωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα,
  4. οὔτε τοῖς ἔργοις προσχόντες ἐπέγνωσαν τὸν τεχνίτην·
  1. ἀλλ ἢ πῦρ ἢ πνεῦμα ἢ ταχινὸν ἀέρα
  2. ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ
  3. ἢ φωστῆρας οὐρανοῦ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν.
  1. ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι θεοὺς ὑπελάμβανον,
  2. γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων·
  3. ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά.
  1. εἰ δὲ δυνάμει καὶ ἐνεργείᾳ ἐκπλαγέντες,
  2. νοησάτωσαν ἀπʼ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνα-
  3. τώτερός ἐστιν·
  1. ἐκ γὰρ μεγέθους καλλονῆς καὶ κτισμάτων
  2. ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.
  1. ἀλλʼ ὅμως ἐπὶ τούτοις ἐστὶν μέμψις ὀλίγη,
  2. καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται
  3. θεὸν ζητοῦντες καὶ θέλοντες εὑρεῖν·
  1. ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διεραυνῶσιν,
  2. καὶ πείθονται τῇ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα.