Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ῾γπολαβὼν δὲ Ἰὼβ λέγει
  1. Ἐπ᾿ ἀληθεἰς οἶδα ὅτι οὕτως ἐστίν.
  2. πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;
  1. ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ,
  2. οὐ μὴ ὑπακούσῃ αὐτῷ,
  3. ἳνα μὴ ἀντείπῃ πρὸς ἔνα λόγον αὐτοῦ ἐκ χιλίων.
  1. σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας·
  2. τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
  1. ὁ παλαιῶν ὄρη, οὐκ οἴδασιν,
  2. ὁ καταστρέφων αὐτὰ ὀργῇ·
  1. ὁ σείων τὴν ὑπʼ οὐρανὸν ἐκ θεμελίων,
  2. οἱ δὲ στύλοι αὐτῆς σαλεύονται·
[*](14 γαρ] δε A | εσται αυτου ΝΑ | οικος] +και η οδος αυτου A | αραχνη.... U+05D0A κηνη] η δε σκηνη αυτου αραχνη αποβησετ, A 15 υπεριση B* c (vid) U+05D0 υπερεισ. Bᵃb) υπερεισι A | αυτου 2⁰] αυτης A 16 om αυτου 1⁰ U+05D0 17 συν- γωγη A 18 αυτον ο τ. ψευσεται A | εωρακας Bᵃb εορας U+05D0 19 αλλο A ο αποποιησεται A | δεξται B edit 21 τα δε χειλη] και τα χειλη A | εξομο- ογησεως] αγαλλιασεως A 22 ενδυσωνται A | αισχυνην sup ras 10 circtt A | διαιτα δε] και διαιτα A | ασεβων U+05D0* (-βους U+05D0(c.a) ΙΧ 3 αυτω 1⁰] |ετ αυτου A | χιλιων] χειλιων B χειλεων A 4 εναντιον αυτου γενομενος U+05D0 ουκ] pr και BᵃᵇU+05D0A | οργη] pr εν A)
536
[*](B)
  1. ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει,
  2. κατὰ δὲ ἄστρων κατασφραγίζει,
  3. κατὰ δὲ ἀγγέλων αὐτοῦ σκόλιόν τι ἐπενόησεν,
  1. ὁ τανύσας τὸν οὐρανὸν μόνος,
  2. περιπατῶν ὡς ἐπʼ ἐδάφους ἐπὶ θαλάσσης·
  1. ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα
  2. Νότου·
  1. ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα,
  2. ἔνδοξά τε καὶ ἐξαίσια, ὦν οὐκ ἔστιν ἀριθμός.
  1. ἐὸν ὑπερβῇ με. οὐ μὴ ἴδω·
  2. καὶ ἐὰν παρέλθῃ με, οὐδʼ ὣς ἔγνων.
  1. ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψεις
  2. ἤ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
  1. αὐτὸς γὰρ ἀπέστραπται ὀργήν,
  2. ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόν.
  1. ἐὸν δέ μου ὑπακούσεται, ἦ διακρινεῖ τὰ ῥήματά μου.
  1. ἐὰν γὰρ δίκαιος, οὐκ εἰσακούσεταί μου,
  2. τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·
  1. ἐάν τε καλέσαν καὶ μὴ ὑπακούσῃ,
  2. οὐ πιστεύω ὅτι εἰσακήκοεν μου.
  1. μὴ γνόφῳ με ἐκτρίψῃς
  2. πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διά κενῆς.
  1. οὐκ ἐῷ γάρ με ἀναπνεῦσαι,
  2. ἐνέπλησεν δέ με πικρίας.
  1. ὅτι μέν γὰρ ἰσχύει, κρατεῖ
  2. τίς οὗν κρίματι αὐτοῦ ἀντιστήσεται;
  1. ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει·
  2. ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.