Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου.
- λαλήσω ἐν ἀνάγκῃ ὤν,
- ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
- πότερον θάλασσά εἰμι ἢ δράκων,
- ὅτι κατέταξας ἐπʼ ἐμέ φυλακήν
- εἶπα ὅτι Μαρακαλέσει με ἡ κλίνη μου.
- ἀνοίσω δέ πρὸς ἐμαυτὸν ἰδἰᾳ λόγον τῇ κοίτῃ μου·
- ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασίν με καταπλήσσεις.
- ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου.
- ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.
- οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἴνα μακροθυμήσω-
- ἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βἰος.
- τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτόν;
- ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν;
- ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωί,
- καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
- ἔως τἰνος οὐκ ἐᾷς με
- οὐδὲ προίῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃς
- εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι,
- ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων;
- διὰ τἰ ἔθου με κατεντευκτὴν σου,
- εἱμὶ δὲ ἐπὶ σοὶ φορτίον;
534
[*](B)- καὶ διὰ τί οὐκ ἐποιαὴσαν τῆς ἀνομίας μου λήθην
- καὶ καθαρμσμὸν τῆς ἁμαρτίὼς μου;
- νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι,
- ὀρθρίζων δὲ οὐκ ἔτι εἰμί.