Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πότερον οὐχὶ πειρατήριόυ ἐστιν ὁ βἰος ἀνθρώπου ἐπὶ τῆς γῆς,
  2. καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;
  1. ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς
  2. σκιᾶς,
  3. ἢ ὤσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;
  1. οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς,
  2. νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.
  1. ἐὰν κοιμηθῶ, λέγω Πότε ἡμέρα;
  2. ὧς δʼ ἂν ἀναστῶ, πάλιν Πότε ἐσπέρας
  3. πλήρης δέ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί.
  1. φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων,
  2. τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.
  1. ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος λαλιᾶς,
  2. ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι.
  1. μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωή,
  2. [*](¶ C)
  3. καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.¶
  1. οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με·
  2. [*](U+05D0ΑC)[*](25 αληθινου] pr ανδρος A | ισχυν] pr ρημα ουδε A 26 ρημασιν με] τα | ρηματα μου A | om γαρ A | υμων φθεγμα ρηματος] φθεγματος ρηματος ρηματος | υμων A* (ras τος ρημα (20) A?) | φθεγματο (?φθεγμα το) U+05D0* (improb το U+05D01 ) | 27 om επ A 28 εισβλεψας] εμβλεψας A 29 αδνκον] + εν κρισιU+05D0c.a) (postea | ras) A | συνερχεσθε] +νυν αρξασθαι U+05D0c.a ᵛⁱᵈ (postea ras) 30 ου γαρ.. αδιπον] ου γαρ εστιν αδικον εν γλωσση μου A (ου γαρ ει α. sup ras pl litt Aa) | η ο λαρυγξ μου ουχι] inter η et ο superscr ουχι U+05D0c.a sod ipse postea del: ) ουχι δε και ο λαρ. μου A VII 1 ουχι] seq β in U+05D0* (improb β U+05D01) | ανθρωπου] pr του U+05D0 | μισθου A 2 τετευχως] τετυχηκως A 3 καγω| και εγω A | κενους] καινους U+05D0AC 4 πληρεις B | απο] αφ AC 5 ξυων] ξεων AC 6 ελαφροτερος BᵃᵇU+05D0c.a AC | λαλας] δρομεως U+05D0c.a (postea restit λαλ) A | κενη] κασνη U+05D0C 7 ουν] δε A | οφθαλμιος] pr ο U+05D0AC 8 ου περιβλεψεται] ου κατενοι A | με 1⁰] μοι A | οφθαλμος] pr ο A)
    533
  3. oἱ ὀφθαλμοοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί,
[*](Β)
  1. ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ.
  2. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅ δην, οὐκ ἔτι μὴ ἀναβῇ,
  1. οὐδ᾿ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον,
  2. οὐδʼ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.