Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας
  2. (²) οὐδὲ δέδοικας ὅτι ἡτοίμασταί μοι
  1. τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς;
  2. ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ;
  3. εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,
  1. οὐ σιωπήσομαι διʼ αὐτόν,
  2. καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.
  1. τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεαος αὐτοῦ;
  2. εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;
  1. πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει;
  2. κύκλῳ ὀδόντων αὐτοῦ φόβος.
  1. τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι,
  2. σύνδεσμος αὐτοῦ ὥσπερ σμιρίτης λίθος·
  1. εἰς τοῦ ἑνὸς κολλῶνται,
  2. [*](U+05D0AC)[*](22 δεησεις A | ικετηρια] pr η U+05D0c και ικετηριας A | μαλακη U+05D0 (-κως U+05D0c.a 23 θησεται]+ δε U+05D0AC | μετα σου διαθήκην AE | λήψῃ Cᵛiᵈ 24 παξη δ εν] και εμπεξις A | η δησεις] δησεις δε A 25 εν αυτω] αυτον A μερ τευονται δε] μεριου incep U+05D0* (μεριτ. 6ε U+05D01) μεριουνται δε U+05D0c.a (sed postea revo μεριτ. δε) και μεριτευονται A | Φενικων C | εθνη 2⁰] γενή AC 26 ενεγκ A | βύρσαν μίαν] β. μιας U+05D0* (β.μιαν U+05D0c.a) μιαν βυρσαν A 27 επιθησει] επι θησεις U+05D0Aᵃ (πιθησεις sup ras) Ιεπιθησεις E | αυτω] pr επ U+05D0A | πολεμου τὸ γςγνομενου A | σωματι] pr τω A | αυτου] και μηκετι γινεσθω U+05D0 ⁰ (poste ras) AC X 1 1 1 ουδε 1⁰] pr ουκ εορακας αυτον U+05D0c.a (ruts ras| pr ουχ εορακα αυτον ACᵛiᵈ | δεδουκας] + αυτον U+05D0c.a(postea improb) A | μοι] σοι A 2 γαι δκ U+05D0* (γαρ U+05D0c.a) | αντιστας] ανθισταμενος A | τις 2⁰] + ἐστιν ος λ | ει]| η ουχὶ 1 3 λογος A | αυτω C 4 τις 1⁰] +δε A | ἀνακαλύψει A 5 πύλαι 3 δὲ U+05D0c.a(postea ras δὲ) A 6 εγκατα (ενκ. U+05D0A)] + δεA | χαλκειαι] χαλκι U+05D0A χαλκεαι C | συνδεσμος] συνδεσμοι AFδε 8X pr καί A | σμιριτος 1 7 του ενος] pr eκ A)
    599
  3. πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν·
  1. ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται·
  2. συνέχονται, καὶ οὐ μὴ ἀποσπασθῶσιν.
  1. ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος.
  2. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου.
  1. ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι,
  2. καὶ διαρριπτοῦνται ἐσχάραι πυρός.
  1. ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης
  2. πυρὶ ἀνθράκων·
  1. ἡ ψυχὴ αὐτοῦ ἄνθρακες.
  2. φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται
  1. ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλἰζεται δύναμις.
  2. ἔμπροσθεν αὐτοῦ τρέχει ἀπωλία.
  1. σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται
  2. καταχέει ἐπʼ αὐτόν, οὐ σαλευθήσεται.
  1. ἡ καρδἰα αὐτοῦ πέπηγεν ὡς λίθος,
  2. ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος.
  1. στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς
  2. ἁλλομένοις.
  1. ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν
  2. δόρυ καὶ θώρακα·
  1. ἤγηται μὶν γὰρ σίδηρον ἄχυρα.
  2. χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν.
  1. οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον·
  2. ἥγηται μέν πετροβόλον χόρθον,
  1. ὡς καλάμη ἐλογίσθησαν σφυρά,
  2. καταγελῶ δὲ σεισμοῦ πυρφόρου.