Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μνήσθητι οὖν τίς καθαρὸς ὧν ἀπώλετο,
  2. ἢ πότε ἀληθινοὶ ὁλόριζοι ἀπώλοντο
  1. καθʼ ὃν τρόπον ἴδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα·
  2. οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς.
  1. ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται,
  2. ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
  1. σθένος λέοντος, φωνὴ δὲ λεαίνης,
  2. γαυρίαμα δέ δρακόντων ἐσβέσθη.
  1. μυρμηκολέων ὤλετο· παρὰ τὸ μὴ ἔχειν βοράν,
  2. σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
  1. εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου,¶
  2. [*](¶C)
  3. οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν.
  4. πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρʼ αὐτοῦ