Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐπʼ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα.
- καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν·
- καὶ οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ.
- σάλπιγγος δέ σημαινούσης λέγει Εὖγε·
- πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἄλματι καὶ κραυγῇ
- ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἔστηκεν ἱέραξ,
- ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος, καθορῶν τὰ πρὸς νότον
- ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός,
- γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτου (28)καθεσθεὶς αὐλἰζεται,
- ἐπ᾿ ἐξοχῇ
- πέτρας καὶ ἀποκρύφω;
596
[*](B)- ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα,
- πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν·
- νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι,
- οὗ δ᾿ ἂν ὦσι τεθνεῶτες παραχρῆμα εὑρίσκονται.
- Καὶ ἀπεκρίθη Κύριος ὁ θεὸς τῷ Ἰὼβ καὶ εἶπεν
- Μὴ κρίσιν μετὰ Ἱκανοῦ ἐκκλινεῖς
- ἐλέγχων δὲ θεὸν ἀποκριθήσεται αὐτήν;
- Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ
- Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριων.
- ἀκούων τοιαῦτα οὐθὲν ὤν;
- ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω πρὸς ταῦτα;
- χεῖρα θήσω ἐπὶ στόματί μου.
- ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
- Ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ἰὼβ ἐκ τοῦ νέφους
- Μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου.
- ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι·
- μὴ ἀποποιοῦ μου τὸ κρίμα.
- οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἡ ἵνα ἀναφανῇς δίκαιος
- ἣ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου,
- ἢ φωνῇ κατʼ αὐτοῦ βροντᾶς;
- ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν.
- δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι.
- ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ.
- πᾶν δὲ ὑβριστὴν ταπείνωσον,
- ὑπερήφανον δὲ σβέσον· [*](U+05D0A)[*](29 ζητει] ζησει U+05D0* (-τει U+05D0c.a) | πορρωθεν] +δε A 30 ου δ αν] ουδε εαν A | ωσιν U+05D0A 32 ἐκκλινει] εκκλινν U+05D0* κρινις U+05D0c.a (postea restit εκκλινν) | om δε U+05D0A | αποκριθησεται] υποκριθ. U+05D0* (αποκρ. U+05D0c.a mox restit υποκρδ | αυτην] αυτω U+05D0c.a (mox revoc -την) 33 λεγει] ειπεν A 34 om ετι U+05D0* (hab U+05D0c.a ᵃ) | εγχων Κυριον] ελεγχομενος υπο κυ A | συθεν ων] μηδε'ν ων εγω A | εγω δε τνα αποκρισιν] αποκρ. δε τινα A | δωσω] δω U+05D0A 35 λελαληκα] ελαλησα A XL. 1 om δε U+05D0 | ο κυριος] θ pro ο 1°U+05D0*ᵛiᵈ 0s U+05D0¹) | εκ] δια A 2 αποκρινοι] αποκριθητι U+05D0A 3 μη αποποιου] η αποποιη U+05D0c.a (mox restit μη αποποιου) | οιει δε] οιη δε U+05D0 μηδε οιου A | η] αλλ A | δικαιος αναφανης A 4 η 1°] ει A | του κυριου] κυ U+05D0c.a (postea revoc του κυ) A | φωνη] + βροντης A | αυτου] αυτον U+05D0A | βροντας] φροντις U+05D0* (βροντας U+05D0c.a) βροντα ϊσα A 5 δη] δε A | υφος] pr εις A | om και 1⁰ A | om δε A | αμφιασαι U+05D0A 6 οργη] εν ο. σου A | παν] πανια A)
- σῆψον δὲ ἀσεβεῖς παραχρῆμα.
597