Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- πέποιθας δὲ ἐπʼ αὐτῷ, ὅτι πολλὴ ἰσχὺς αὐτοῦ,
- ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου;
- πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον,
- εἰσοίσει δέ σου τὸν ἄλωνα;
595
- πτέρυξ τερπομένων, ἐὰν συλλάβῃ ἀσίδα καὶ νεσσά·
- ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς, καὶ ἐπὶ χοῦν θάλψει
- καὶ ἐπελάθοντο ὅτι ποὺς σκορπιεῖ
- καὶ θηρία ἀγροῦ καταπατήσει.
- ἀπεσκλήρυνεν τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν·
- εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου.
- ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν,
- καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει.
- κατὰ καιρὸν ἐν ὕψει ὑψώσει,
- καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ.
- ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν.
- ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;
- περιέθηκας δὲ αὐτῷ πανοπλίαν,
- δόξαν δὲ στηθέων αὐτοῦ τόλμης
- ἀνορύσσων ἐν πεδίῳ γαυρξ.
- ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι
- συναντῶν βασιλεῖ καταγελῶ,
- καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου.
- ἐπʼ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα.
- καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν·
- καὶ οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ.
- σάλπιγγος δέ σημαινούσης λέγει Εὖγε·
- πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἄλματι καὶ κραυγῇ