Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ.
- οὐρανὸν δὲ εἰς γἢν ἔκλαενς
- κέχυται δὲ ὥσπερ γῆ κονία.
- κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.
- θηρεύσεις δὲ λέουσν βοράν,
- ψυχὰς δὲ δρακόντων ἐμπλήσεις
- δεδοικόσιν γὰρ ἐν κοίταις αὐτῶν,
- κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες
594
[*](B)- τἰς δὲ ἡτοίμασεν κόρακι βοράν;
- νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασιν, πλανώμενοι τὰ
- σῖτα ζητοῦντες.
- εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας,
- ἐφύλαξας δὲ ὠδίνας ἐλάφων;
- ἠρίθμησας δέ μῆνας αὐτῶν πλήρεις τοκετοῦ,
- ὠδίνας δὲ αὐτῶν ἔλυσας
- ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδἰα ἔξω φόβου
- ὠδῖνας αὐτῶν ἐξαποστελεῖς;
- ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι·
- ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.
- τς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον,
- δεσμοὺς δὲ αὐτοῦ τἰς ἔλοσεν;
- ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον,
- καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα.
- καταγελῶν πολυοχλίας πόλεως,
- μέμψιν δὲ φορολόγου οὐκ ἀκούων,
- κατασκέψεται ὄρη, νομὴν αὐτοῦ,
- καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.
- βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι,
- ἢ κοιμηθῆναι ἐπὶ φάτνης σους;
- δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ,
- ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ;