Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσωἄνευ
- ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι
- εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω.
- μὴ ἀπὸ σοῦ ἀποτίσει αὐτήν,
- ὅτι ἀπώσῃς ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ·
- καὶ τί ἔγνως λάλησον.
- διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα,
- ἀνήρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα.
- Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δήματα αὐτοῦ οὐκ ἐν
- ἐπιστήμῃ.
- οὐ μὴν δὲ ἀλλὰ μάθε. Ἰώβ,
- μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες
- ἴνα μὴ προσθῶμεν ἐφʼ ἁμαρτίας ἡμῶν,
- ἀνομία δὲ ἐφʼ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ὀήματα
- ἐναντίον τοῦ κυρίου.
- Ὑκπολαβὰν δὲ Ἐλιοῦς λέγει
- Τί τοῦτο ἡγήσω ἐν κρίσεις
- σύ τἰς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι Κυρίου
586
[*](B)- ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου.
- ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἵδε,
- κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ.
- εἰ ἥμαρτες, τί πράξεις
- εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;
- ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ,
- ἢ τί ἐκ χειρός σου λήμψεταις
- ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου,
- καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.
- ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται,
- βοήσονται ἀπὸ βραχίονος πολλῶν.
- καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με,
- ὁ κατατάσσαων φυλακὰς υυκτερινάς,
- ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν
- οὐρανοῦ;
- ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ,
- καὶ ἀπὸ ὕβρεως πονηρῶν.
- ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖναὐτὸς
- γὰρ ὁ παντοκράτωρ ὄρατής ἐστιν
- τῶν συντελούντων
- τὰ ἄνομα, καὶ σώσει με.
- κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτὸν ὡς ἔστιν.