Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός·
- ἐχρήσαντο γὰρ παρανόμως, ἐκκλινομένων ἀδυνάτων.
- αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων,
- λέληθεν δὲ αὐτὸν οὐδὲν ὦν πράσσουσιν·
- οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα·
- ὅτι οὐκ ἐπʼ ἄνδρα θήσει ἔτι.
- ὁ γὰρ κύριος πάντας ἐφορᾷ,
- ὁ καταλαμβάνων ἀνεξιχνίαστα,
- ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
- ὁ γνωρίζων αὐτῶν τὰ ἔργα,
- καὶ στρέψει νύκτα, καὶ ταπεινωθήσεται.
- ἔσβεσεν δὲ ἀσεβεῖς,
- ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ·
585
- δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν.
- τοῦ ἐπαγαγεῖν ἐπʼ αὐτὸν κραυγὴν πενήτων.
- καὶ κραυγὴν πτωχῶν εἰσακούσεται.
- καὶ αὐτὸς ἡσυχίαν παρέξει, καὶ τίς καταδικάσεταις
- καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν;
- καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ·
- βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.
- ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων Εἴληφα, οὐκ ἐνεχυράσωἄνευ
- ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι
- εἰ ἀδικίαν ἠργασάμην, οὐ μὴ προσθήσω.
- μὴ ἀπὸ σοῦ ἀποτίσει αὐτήν,
- ὅτι ἀπώσῃς ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ·
- καὶ τί ἔγνως λάλησον.
- διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα,
- ἀνήρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα.
- Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν, τὰ δήματα αὐτοῦ οὐκ ἐν
- ἐπιστήμῃ.
- οὐ μὴν δὲ ἀλλὰ μάθε. Ἰώβ,
- μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες
- ἴνα μὴ προσθῶμεν ἐφʼ ἁμαρτίας ἡμῶν,
- ἀνομία δὲ ἐφʼ ἡμῖν λογισθήσεται, πολλὰ λαλούντων ὀήματα
- ἐναντίον τοῦ κυρίου.
- Ὑκπολαβὰν δὲ Ἐλιοῦς λέγει
- Τί τοῦτο ἡγήσω ἐν κρίσεις
- σύ τἰς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι Κυρίου