Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- εἰ μή, σὺ ἄκουσόν μου·
- κώφευσον, καὶ διδάξω σε.
- ῾ Υπολαβὼν δὲ Ἐλιοῦς λέγει
- Ἀκούσατέ μου, σοφοί
- ἐπιστάμενοι, ἐνωτίζεσθε·
- ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.
- κρίσιν ἑλώμεθα ἑαυτοῖς,
- γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν.
- ὅτι εἴρηκεν Ἰώβ Δίκαιός εἰμι,
- ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα.
- ἐψεύσατο δὲ τῷ κρίματί μου·
- βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας.
- τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ;
- οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας, ἤ ὁδοῦ κοινωνήσας μετὰ
- ποιούντων τὰ ἄνομα,
- τοῦ πορευθῆναι μετὰ ἀσεβῶν.
- μὴ γὰρ εἴπῃς ὅτι Οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός·
- καὶ ἐπισκοπὴ αὐτῷ παρὰ Κυρίου.
- διό, συνετοὶ καρδίας, ἀκούσατέ μου
- Μή μοι εἴη) ἔναντι Κυρίου ἀσεβῆσαι,
- καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον·
- ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν,
- καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν.
- οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν [*](32 εστιν λογος] εισι σοι λογοι Bᵇ εστιν λογοις (sic) U+05D0* εστιν σοι λογοι U+05D0AC U+05D0c.a ⁽ᵛⁱᵈ) (postea ras σοι) εισιν σοι λογοι AC αποκριθητι] pr ο C | σε δικαίω- θηναι A 33 ει μη] ει δε μη A | σε] + σοφιαν U+05D0AC XXXIV 1 evan in C 2 ενωτιζεσθε] +το καλον U+05D0c.a (rurs del) AC 3 ους] νους A | δο- | κιμαζει λογους A | και λαρυγξ (-ρυξ C)] λαρυγξ δε A 4 εαυτων] ουτων U+05D0* (εαυτ.U+05D0c.a) A | ο τι] τι A 6 εψευσατο δε] και εψ. A | βιαιον] βιβλιον U+05D0* (βιαιον U+05D0c.a) | μου 2⁰] αυτου C 8 aμαρτων] αμαρτανων U+05D0* (-των U+05D0c.a postea restit -τανων) | η οδου] η ουδ ου B ουδε A ουδ ολως U+05D0c.a C | κοινωνήσας] +οδου A | ποιουντων] pr τω) A 9 οτι] εσται U+05D0* (οτι U+05D01) | εσται] εστιν A | αυτω] αυτου A 10 καρδια A | ενοντι κυ ειη U+05D0 | και εναντι] εναντι δε A 11 αλλα] +γαρ A | αποδιδοι] αποδοι Bᵃᵇ αποδιδωσιν A | ποιει] εποιει | om ουτων C | τριβη C 12 ατοπα ποιησειν τον κν U+05D0 | ατοπα] pr τα A | ποιη- σειν] ποιειν Cᵃ)
- ἤ ὁ παντοκράτωρ ταράξει κρίσιν,
584
[*](B)- ὅς ἐποίησεν τὴν γῆν
- τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὐπʼ οὐρανὸν καὶ τὰ ἐνόντα
- πάντα;
- εἰ γὰρ βούλοιτο συνέχειν, καὶ τὸ πνεῦμα παρʼ αὐτῷ κατασχεῖν,
- τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν,
- πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη.
- εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα,
- ἐνωτίζου φωνὴν ῥημάτων.
- ἴδε σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηρούς,
- ὄντα αἰώνιον δίκαιον.
- ἀσεβὴς ὁ λέγων βασιλεῖ Παρανομεῖς.
- Ἀσεβέστατε, τοῖς ἄρχουσιν·
- ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου,
- οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς, θαυμασθῆναι πρόσωπα
- αὐτῶν.