Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου,
  2. καὶ οὐ συνήσω ἐπὶ παρθένον.
  1. καὶ ἔτι ἐμέρισεν ὁ θεὸς ἄνωθεν,
  2. καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων.
  1. οὐαί, ἀπώλεια τῷ ἀδίκῳ, καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν
  2. ἀνομίαν.
  1. οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου,
  2. καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμηθήσεται;
[*]( 22 απεριψας A 23 γη παντι θνητω A | παντι] πανθ incep U+05D0* (παντι U+05D0A ν. U+05D0¹) 24 δεηθεις] δεηθηναι A | om γε U+05D0* (hab U+05D0c.ᵃ) A 25 εστεναξα ε] και εστεν. A | αναγκη A 26 εγω δε επεχων] εγω δε επεσχον U+05D0c.ᵃ mox restit επεχ.) και επιχον εγω A | αγαθοις] pr εν A | ιδου] pr και A | υνηντησεν A 27 προεφθασεν] + δε A | πτωχειας Bᵃᵇ 29 εταιρος] τερος U+05D0 30 om δε 1° U+05D0 | εσκοτωται] μεμελανωται A | καυματος] + συνε- ρυγησαν U+05D0c.c + συνεφρηγη A 31 om δε 1° A | παθος] πενθος A | κιθαρα μου A XXXI 1 οφθαλμοις] αδελφοις U+05D0* (οφθ. U+05D0c.c) | παρθενων A 2 om ετι U+05D0A | εμερισεν] διεμερισεν U+05D0* τι εμερ. U+05D0c.ᵃ ετι εμερ. U+05D0c.c πεμερισεν A | ανωθεν] απανωθεν U+05D0c.ᵃ | εξ υψιστων BU+05D0c.ᵃ] εν υψιστω U+05D0* εξ ψιστου A 3 ουαι] + και A | απωλια U+05D0A | απαλλοτριωσεις A 4 εξα- θμησεται Bᵇ)
576
[*](B)
  1. εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν,
  2. εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον·
[*](§ C)
  1. §6ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ,
  2. οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου·
  1. εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ,
  2. εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου,
  3. εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων·
  1. σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν.
  2. ἄριζος δὲ γενοίμην ἐπὶ γῆς.
  1. εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου,
  2. εἰ καὶ ἐνκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς·
  1. ἀρέσαι ἄρα καὶ ἡ γυνὴ μου ἐτέρῳ.
  2. τὰ δὲ νήπιά μου ταπεινωθείη.
  1. θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·