Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπέβησαν δέ μοι ἀνελεημόνως,
  2. χειρὶ κραταιᾷ με ἐμαστίγωσας·
[*](U+05D0A)[*](8 εσβεσενων U+05D0* (-νον U+05D0c.ᵃ) | απο] επι A 9 αυτων εγω ειμι A 10 om δε 1° A | om απο δε προσωπου...πτυελον U+05D0* (hab απο δε προσ. μου ουκ εφισαντο πτυελο U+05D0c.ᵃ (sic: πτυελον U+05D0c.c]) | πτυελου A 11 γαρ] + οδε A | τω προκωπω U+05D0 | εξαπεστειλαν BᵃᵇU+05D0* (-λεν U+05D0c.ᵃ) 12 βλαστου] pr του A | ουτων 1°] αυτου U+05D0 | ωδοποιησεν U+05D01 | απωλιας A 13 εξεδυσεν U+05D0 | μου την στολην] με την στ. μου A 14 βελεσιν] βελος γαρ U+05D0* (βελεσιν| U+05D0c.ᵃ) | κεχρηται] + δε A | βουλεται] εβουλετο A 15 επιστρεφονται] + δε U+05D0c.ᵃA | μου 3°] + παρηλθεν A 16 εκχυθησεται] εκλυθησεται U+05D0c.ᵃ postea restit εκχυθ.) 17 νυκτες A | συγκεχυται (συνκεχ U+05D0)] συνεθλασαν A | τα δε νευρα] και τα νευρα A 18 om εν A 19 ηγηται A | om δε U+05D0* (hab U+05D0c.ᵃ) | η μερις μου A 20 ακουεις] εισακουση U+05D0 εισακουεις A | om δε 2° A | με] μοι A 21 επεβησαν] επεβης U+05D0 απεβησαν A | ανελεημονες A | χειρι] pr ως A)
575
  1. ἔταξας δέ με ἐν ὀδύναις,
  2. [*](B)
  3. καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.
  1. οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει·
  2. οἰκία γὰρ παντὶ θνητῷ γῆ.
  1. εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι,
  2. ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.
  1. ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα,
  2. ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.
  1. ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι
  2. κακῶν.
  1. ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται,
  2. προέφθασάν με ἡμέραι πτωχίας.
  1. στένων πεπόρευμαι ἄνευ φιμοῦ,
  2. ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.
  1. ἀδελφὸς γέγονα σειρήνων,
  2. ἑταῖρος δὲ στρουθῶν.
  1. τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως,
  2. τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.
  1. ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα,
  2. ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.