Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν,
  2. πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπʼ ἐμέ τρίβους ἀπωλείας
  3. αὐτῶν.
  1. ἐξετρίβησαν τρίβοι μου,
  2. ἐξέδυσαν γάρ μου τὴν στολήν·
  1. βέλεσιν αὐτοῦ κατηκόντισέν με,
  2. κέχρηταί μοι ὡς βούλεται· ἐν ὀδύναις πέφυρμαι.
  1. ἐπιστρέφονταί μου αἱ ὀδύναι,
  2. ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα,
  3. καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.
  1. καὶ νῦν ἐπʼ ἐμέ ἐκχυθήσεται ἡ ψυχὴ μου.
  2. ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν·
  1. νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέχυται,
  2. τὰ δὲ νεῦρά μου διαλέλυται.
  1. ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς,
  2. ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με.
  1. ἥγησαι δέ με ἴσα πηλῷ,
  2. ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς·
  1. κέκραγα δέ πρὸς σέ καὶ οὐκ ἀκούεις μου,
  2. ἔστησαν δὲ καὶ κατενόησάν με·
  1. ἐπέβησαν δέ μοι ἀνελεημόνως,
  2. χειρὶ κραταιᾷ με ἐμαστίγωσας·
[*](U+05D0A)[*](8 εσβεσενων U+05D0* (-νον U+05D0c.ᵃ) | απο] επι A 9 αυτων εγω ειμι A 10 om δε 1° A | om απο δε προσωπου...πτυελον U+05D0* (hab απο δε προσ. μου ουκ εφισαντο πτυελο U+05D0c.ᵃ (sic: πτυελον U+05D0c.c]) | πτυελου A 11 γαρ] + οδε A | τω προκωπω U+05D0 | εξαπεστειλαν BᵃᵇU+05D0* (-λεν U+05D0c.ᵃ) 12 βλαστου] pr του A | ουτων 1°] αυτου U+05D0 | ωδοποιησεν U+05D01 | απωλιας A 13 εξεδυσεν U+05D0 | μου την στολην] με την στ. μου A 14 βελεσιν] βελος γαρ U+05D0* (βελεσιν| U+05D0c.ᵃ) | κεχρηται] + δε A | βουλεται] εβουλετο A 15 επιστρεφονται] + δε U+05D0c.ᵃA | μου 3°] + παρηλθεν A 16 εκχυθησεται] εκλυθησεται U+05D0c.ᵃ postea restit εκχυθ.) 17 νυκτες A | συγκεχυται (συνκεχ U+05D0)] συνεθλασαν A | τα δε νευρα] και τα νευρα A 18 om εν A 19 ηγηται A | om δε U+05D0* (hab U+05D0c.ᵃ) | η μερις μου A 20 ακουεις] εισακουση U+05D0 εισακουεις A | om δε 2° A | με] μοι A 21 επεβησαν] επεβης U+05D0 απεβησαν A | ανελεημονες A | χειρι] pr ως A)
575
  1. ἔταξας δέ με ἐν ὀδύναις,
  2. [*](B)
  3. καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.
  1. οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει·
  2. οἰκία γὰρ παντὶ θνητῷ γῆ.
  1. εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι,
  2. ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.
  1. ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα,
  2. ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.
  1. ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι
  2. κακῶν.
  1. ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται,
  2. προέφθασάν με ἡμέραι πτωχίας.
  1. στένων πεπόρευμαι ἄνευ φιμοῦ,
  2. ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.
  1. ἀδελφὸς γέγονα σειρήνων,
  2. ἑταῖρος δὲ στρουθῶν.
  1. τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως,
  2. τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.
  1. ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα,
  2. ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.