Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐβδελύξαντο δέ με ἀποστάντες μακράν,
  2. ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον.
  1. ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με,
  2. καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλεν.
  1. ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν,
  2. πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπʼ ἐμέ τρίβους ἀπωλείας
  3. αὐτῶν.
  1. ἐξετρίβησαν τρίβοι μου,
  2. ἐξέδυσαν γάρ μου τὴν στολήν·
  1. βέλεσιν αὐτοῦ κατηκόντισέν με,
  2. κέχρηταί μοι ὡς βούλεται· ἐν ὀδύναις πέφυρμαι.
  1. ἐπιστρέφονταί μου αἱ ὀδύναι,
  2. ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα,
  3. καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.
  1. καὶ νῦν ἐπʼ ἐμέ ἐκχυθήσεται ἡ ψυχὴ μου.
  2. ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν·
  1. νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέχυται,
  2. τὰ δὲ νεῦρά μου διαλέλυται.
  1. ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς,
  2. ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με.
  1. ἥγησαι δέ με ἴσα πηλῷ,
  2. ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς·
  1. κέκραγα δέ πρὸς σέ καὶ οὐκ ἀκούεις μου,
  2. ἔστησαν δὲ καὶ κατενόησάν με·