Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ
  2. στόματι.
  1. οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με,
  2. καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη·
  1. ὅτὶ οὗς ἤκουσεν καὶ ἐμακάρισέν με,
  2. ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν.
  1. διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου,
  2. καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς ἐβοήθησα·
  1. εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι,
  2. στόμα δέ χήρας με εὐλόγησεν.
  1. δικαιοσύνην δὲ ἐνδεδύκειν,
  2. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι
  1. ὀφθαλμὸς ἤμην τυφλῶν,
  2. ποὺς δὲ χωλῶν.
  1. ἐγὼ ἤμην πατὴρ ἀδυνάτων,
  2. δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα·