Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι,
- στόμα δέ χήρας με εὐλόγησεν.
- δικαιοσύνην δὲ ἐνδεδύκειν,
- ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι
- ὀφθαλμὸς ἤμην τυφλῶν,
- ποὺς δὲ χωλῶν.
- ἐγὼ ἤμην πατὴρ ἀδυνάτων,
- δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα·
- συνέτριψα δὲ μύλας ἀδίκων·
- ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.
- εἶπα δέ Ἡ ἡλικία μου γηράσει·
- ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω·
- ἡ ῥίζα διήνοικται ἐπὶ ὑδατος,
- καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου·
- ἡ δόξα μου καινὴ μετʼ ἐμοῦ,
- καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται.
573
- ἐμοῦ ἀκούσαντες προσέσχον, [*](B)
- ἐσιώπησαν δὲ ἐπὶ τῆ ἐμῇ βουλῆ·
- ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο,
- περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν·
- ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν
- ἐμὴν λαλιάν.
- ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν·
- καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν.
- ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων.
- καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον
- παθεινοὺς παρακαλῶν.
- νυνὶ δὲ κατεγέλασάν μου·
- ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει,¶ [*](¶C)
- ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν,
- οὓς οὐχ ἠγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.
- καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι ;
- ἐπʼ αὐτοὺς ἀπώλετο συντέλεια.
- ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος.
- οἱ φεύγοντες ἄνυδρον ἐχθές συνοχὴν καὶ ταλαιπωρίαν·
- οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι,
- οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα·
- ἄτιμοι δέ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ.
- ἐπανέστησάν μοι κλέπται,
- ὧν οἱ οἶκοι αὐτῶν ἤσαν τρῶγλαι
- πετρῶν·
- ἀνὰ μέσον εὐήχων βοήσονται
- οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο·