Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μὴ λαλήσειν τὰ χείλη μου ἄνομα,
  2. οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.
  1. μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω,
  2. οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν·
  1. δικαιοσύνῃ δέ προσέχων οὐ μὴ προῶμα,
  2. οὐ γὰρ σύνοιδα ἐμαυπῷ ἄτοπα πράξας.
  1. οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ
  2. τῶν ἀσεβῶν,
  3. καὶ οἱ ἐπʼ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν
  4. παρανόμων.
  1. καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχεις ;
  2. πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται ;
  1. ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ θεός;
  2. ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης
  1. μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ;
  2. ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;
  1. ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου,
  2. ἅ ἐστιν παρὰ Παντοκράτορι οὐ ψεύσομαι.