Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος
- μέχρι συντελείας φωτὸς μετὰ σκότους.
- στύλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως
- αὐτοῦ.
- ἰσχύι κατέπαυσεν τὴν θάλασσαν,
- ἐπιστήμῃ δὲ ἔστρωται τὸ κῆτος.
- κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν·
- προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.
- ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ,
- καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·
- σθένος δὲ βροντῆς αὐτοῦ, τίς οἶδεν ὁπότε ποιήσει ;
- Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προομίῳ
- Ζῇ ὁ θεὸς ὃς οὕτω με κέκρικεν,
- καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν,
- εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης,
- πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινί,