Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀναλήμψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται.
  2. καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
  1. καὶ ἐπιρίψει αὐτὸν καὶ οὐ φείσεται·
  2. ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται
  1. κροτήσει ἐπʼ αὐτοῦ χεῖρας αὐτῶν,
  2. καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
  1. Ἔστιν γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται,
  2. τόπος δέ χρυσίου ὅθεν διηθεῖται·
  1. σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται,
  2. χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.
  1. τάξιν ἔθετο σκότει,
  2. καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται·
  3. λίθος σκοτίας καὶ σκιὰ θανάτου,
  1. διακοπὴ χειμάρρου ἀπὸ κονίας·
  2. οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.
  1. γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος,
  2. ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
  1. τόπος σαπφείρου οἱ λίθοι αὐτῆς,
  2. [*](15 χηρας δε] και χ. A χ. τε C | ουθεις] ουδεις A ου.... C 16 χρυσιον U+05D0AC τοιμαση A 17 ταυτα] + δε U+05D0 18 σητος A | αραχνη (-ναι U+05D0)] + ο πλου- ος αυτου A 19 κοιμηθεις] κοιμηθησεται U+05D0c.ᵃ C | om και 1° A | ου] + μη U+05D0 | φθαλμους (μος A)] + δε U+05D0 20 συνηντησαν] κοιμηθεντι συναντησονται A | υδωρ] σητες U+05D0* (υδ. U+05D0c.c) | αι οδυναι] om αι A | υφιλατο U+05D0A | γνοφος] αιλαψ U+05D0 21 αναλημψεται (αναλαμψ. C ) δε] και αναλημψ. U+05D0 om δε AC 2 επιριψει] απορειψει A | αυτον] pr επ U+05D0c.ᵃC | φεισεται] γνωσεται C 3 αυτου 1°] αυτους U+05D0* αυτον U+05D0c.ᵃ (mox revoc -τους) A | ουτων] αυτου AC XXVIII 1 αργυριου U+05D0* (-ριω U+05D0c.c) | χρυσιω U+05D0c.cAC 3 παν] καιρων A | υτος] αυτους A | σκοτιας] σκοτια U+05D0AC 4 επιλαθανομενοι C | οδον ικαιαν] οδους δικαιοσυνης A 5 ωσει] ως A 6 οι λιθοι] pr και A)
    570
    [*](B)
  3. καὶ χῶμα χρυσίον αὐτῷ.
  1. τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν,
  2. καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός·
  1. καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων,
  2. οὐ παρῆλθεν ἐπʼ αὐτῆς λέων.
  1. ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ,
  2. κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη·
  1. δίνας δὲ ποταμῶν ἔρρηξεν,
  2. πᾶν δὲ ἔντιμον ἴδεν μου ὁ ὀφθαλμός·
  1. βάθη δὲ ποταμῶν ἀνεκάλυψεν,
  2. ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς.
  1. ἡ δὲ σοφία πόθεν εὑρέθη;
  2. ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;
  1. οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς,
  2. οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις.
  1. ἄβυσσος εἶπεν Οὐκ ἔνεστιν ἐν ἐμοί·
  2. καὶ ἡ θάλασσα εἶπεν Οὐκ ἔνεστιν μετʼ ἐμοῦ.
  1. οὐ δώσει συνκλεισμὸν ἀντʼ αὐτῆς,
  2. καὶ οὐ σταθήσεται αὐτῇ ἀργύριον ἀντάλλαγμα αὐτῆς·
  1. καὶ οὐ συνβασταχθήσεται χρυσίῳ Σωφείρ ,
  2. ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ·
  1. οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος,
  2. καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ.