Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ,
  2. καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.
  1. ἐκτείνων βορέαν ἐπʼ οὐδέν,
  2. κρεμάζων γῆν ἐπὶ οὐδενός.
  1. δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ,
  2. καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·
  1. ὁ κρατῶν πρόσωπον θρόνου,
  2. ἐκπετάζων ἐπʼ αὐτὸν νέφος αὐτοῦ·
  1. πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος
  2. μέχρι συντελείας φωτὸς μετὰ σκότους.
  1. στύλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως
  2. αὐτοῦ.
  1. ἰσχύι κατέπαυσεν τὴν θάλασσαν,
  2. ἐπιστήμῃ δὲ ἔστρωται τὸ κῆτος.
  1. κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν·
  2. προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.
  1. ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ,
  2. καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·
  3. σθένος δὲ βροντῆς αὐτοῦ, τίς οἶδεν ὁπότε ποιήσει ;
  1. Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προομίῳ
  1. Ζῇ ὁ θεὸς ὃς οὕτω με κέκρικεν,
  2. καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν,
  1. εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης,
  2. πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινί,
[*](5 γιγαντες] γειτονες U+05D0* (γιγ. U+05D0c..c) | μαιωθησονται (μεωθ. U+05D0c.cAC)] μαται- U+05D0AC οθησονται U+05D0* | τῶν γειτονων] om των A τ. γ. evan in C 6 τη απωλεια -λια U+05D0c.ᵃA απολ... C)] της πτωχιας U+05D0* τη πτωχια U+05D0¹ 7 βορεα BA | ρεμαζων] κρεμνων A | ουδενος] μηδενος C 8 υποκατωθεν A 9 om κρατων προσ. θρονου U+05D0* (hab U+05D0c.c nisf fam antea) | εκπεταζων] σκεπων A 10 συντελιας U+05D0C 11 επετασθησαν] επεσταθησαν A 12 σχυι] + μεν A | εστρωται] εστρωσαι U+05D0c.ᵃ (postea restit -ται) εστρωσεν AC (-σε) 13 δε °] τε A | εθανατωσε U+05D0 14 οδου] λογου U+05D0* (οδ. U+05D0c.ᵃ) | σθενος] adnot υναμις· ισχυς Bᵃ ᵐᵍ | οποτε] ποτε U+05D0* (οπ. U+05D0c.c) XXVII 1 τω προοιμιω |ιπεν A 2 ο θς] ο κς U+05D0* F U+05D0c.cAC | ουτως A | κεκρινεν C | πικρα- ας] πικρωσας A 3 ει] η U+05D0C | ετι] ειτι C* | ενουσης] + εν εμοι A | το τεριον μοι] ετι περιον A | εν ρινι] εν ρισιν U+05D0c.ᵃ C εν ρημασιν μου (sup ras et n ᵐg) Aa)
568
[*](B)
  1. μὴ λαλήσειν τὰ χείλη μου ἄνομα,
  2. οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.
  1. μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω,
  2. οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν·
  1. δικαιοσύνῃ δέ προσέχων οὐ μὴ προῶμα,
  2. οὐ γὰρ σύνοιδα ἐμαυπῷ ἄτοπα πράξας.
  1. οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ
  2. τῶν ἀσεβῶν,
  3. καὶ οἱ ἐπʼ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν
  4. παρανόμων.
  1. καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχεις ;
  2. πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται ;
  1. ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ θεός;
  2. ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης
  1. μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ;
  2. ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;
  1. ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου,
  2. ἅ ἐστιν παρὰ Παντοκράτορι οὐ ψεύσομαι.