Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Ὑπολαβὼν δὲ Βαλσὰς ὁ Σαυχίτης λέγει
- Τί γὰρ προοίμιον ἥ φόβος ὁ παρʼ αὐτοῦ,
- ὁ ποιῶν τὴν σύμπασον ἐν ύψίστῳ;
- μὴ γάρ τισ ὑπολάβοι ὅτι ἐστὶν παρέλκυσις πειραταῖς;
- ἔπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἕναντι Κυρίου;
- πῶς υὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου;
- ἢ τίς ἂν ἀποκαθαρίσαι αὺτὸν γεννητὸς γυναικός;
- ἦ σελήνῃ συντάσσει, καὶ οὐκ έπιφαύσκει·
- ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.
- ἔα δέ, ἄνθρωπος σαπρία καὶ υίὸς ἀνθρώπου ακώληξ.
- Ὑπολαβὼν δὲ Ἰὼβ λέγει
- Τίνι πρόσκεισαι ἤ τίνι μέλλεις βοηθεῖν;
- πότερον οὐχ ᾦ πολλὴ ἰσχὺς καὶ ᾦ βραχίων κραταιός ἐστιν;
- τίνι συμβεβούλενσαι; οὐχ ᾦ πᾶσα σοφία;
- τίνι ἐπακολουθήσεις; οὐχ ᾦ μευίστιη δύναμις;
- τίνι άνήγγειλας ῥήματα;
- πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;
567
- μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων [*](B)
- αὐτοῦ ;
- γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ,
- καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ.
- ἐκτείνων βορέαν ἐπʼ οὐδέν,
- κρεμάζων γῆν ἐπὶ οὐδενός.
- δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ,
- καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ·
- ὁ κρατῶν πρόσωπον θρόνου,
- ἐκπετάζων ἐπʼ αὐτὸν νέφος αὐτοῦ·
- πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος
- μέχρι συντελείας φωτὸς μετὰ σκότους.
- στύλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως
- αὐτοῦ.
- ἰσχύι κατέπαυσεν τὴν θάλασσαν,
- ἐπιστήμῃ δὲ ἔστρωται τὸ κῆτος.
- κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν·
- προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην.
- ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ,
- καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ·
- σθένος δὲ βροντῆς αὐτοῦ, τίς οἶδεν ὁπότε ποιήσει ;