Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. διὰ τί δὲ Κύριον ἔλαθον ὦραι,
  1. ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν, ποίμνιον σὺν ποιμένι
  2. ἁρπάσαντες ;
  1. ὑποζύγιον ὀρφανῶν ἀπήγαγον,
  2. καὶ βοῦν χήρας ἠνεχύρασαν.
  1. ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας,
  2. ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς.
  1. ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ,
  2. ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν τάξιν·
  3. ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους.
  1. ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν·
  2. ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο.
[*](§ C)
  1. §⁷γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων,
  2. ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο·
  1. ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται,
  2. παρὰ τὸ μὴ ἔχειν ἑαυτοὺς σκέπην πέτραν περιεβάλοντο.
  1. ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ,
  2. ἐκπεπτωκότα δὴ ἐταπείνωσαν.
  1. γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως,
  2. πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο.
  1. ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν,
  2. [*](U+05D0AC)[*](16 εσπουδασεν με BU+05D0c.ᵃ] εσπουδασεν σε U+05D0* εσπουδακεν επ εμε A] 17 σκοτος] γνοφος A | προ προσωπου] προσωπον A | εκαλυψεν] καλυψει A | γνοφος] σκοτος A XXIV 1 Κυριον] κε A | ωραι] ωρας ασεβεις ανδρες A] 2 om ασεβεις A | οριον δε A | ποιμνιον] pr και A | αρπασαντες] ηρπασαν A 3 υποζυγιον] + δε U+05D0c.ᵃ A | ηνεχυρασαν] ενεχυρασον U+05D0 (-σαν U+05D0¹) 4 εξεκλιναν εξεκλινον δε A | δικαιας] δικαιων U+05D0* (-ας U+05D0c.ᵃ) | om δε U+05D0 5 απεβησαν] pr ӄ U+05D0c.ᵃ (ᵐᵍ) (postea ras) A | om δε U+05D0A | την εαυτων] τη εαυτω (sic) U+05D0c. τ εαυτων A | ταξιν] πραξιν U+05D0 πραξει A 5—6 ηδυνθη...εθερισαν] αγροι προ ωρας ουκ αυτων οντα εθερισαν| ηδυνηθη δε αυτω αρτος εις νεωτερους A 5 εις νεωτερους αρτος U+05D0 6 αδυνατοι] + δε U+05D0c.ᵃ A | αμπελωνας ασεβων] αμ | πελωνα U+05D0* (αμπελωνας ασ. U+05D0c.ᵃ) ασεβων αμπελωνας A | αμισθι (-θει BᵃᵇU+05D0) κα ασιτι (-τει Bᵃᵇ)] ασιτι και αμισθι A | ηργασαντο] ειργασαντο BᵃᵇA 7 γυμ νους] + δε A | αυτων] εαυτων A | αφιλαντο B* AC 8 παρα] pr και A | εαυτους] αυτους U+05D0C | om πετραν U+05D0* (hab U+05D0c.ᵃ) 9 ηρπασαν] + δε A | ο φανους A | εκπεπτωκοτα δε] και εκπεπτ. A 10 om δε 1° A 10— 12 πε νωντων...εξεβαλλοντο] pauca supersunt in C 10 τον ψωμον] om το A | αφιλαντο U+05D0A (de C non liq) 11 στενοις] σκοτινοις U+05D0c.ᵃ (mox rest στεν.) A even in C δε C | ενηδρευσαν αδικως A)
    565
  3. ὁδὸν δὲ δικαίων οὐκ ᾔδεισαν.
[*](B)
  1. οἱ ἐκ πόλεως καὶ σἴκων ἰδίων ἐξεβάλλοντο,
  2. ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα.
  1. αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται ;
  2. (1³)ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν,
  3. ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν,
  4. οὐδὲ ἀτραποὺς αὐτῶν ἐπορεύθησαν.
  1. γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος,
  2. καὶ νυκτὸς ἔσται ὡς κλέπτης.
  1. καὶ· ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος,
  2. λέγων Οὐ προσνοήσει με ὀφθαλμός,
  3. καὶ ἀποκρυβὴν προσώπου ἔθετο.
  1. διώρυξεν ἐν σκότει οἰκίας·
  2. ἡμέρας ἐσφράγισαν ἑαυτούς,
  3. οὐκ ἐπέγνωσαν φῶς·
  1. ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωὶ σκιὰ θανάτου,
  2. ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου.
  1. ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος·
  2. καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς,
  1. ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν 19ἐπὶ γῆς ξηρά·
  2. ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν.
  1. εἶτ᾿ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία·
  2. ὥσπερ δέ ὁμίχηλ δρόσου ἀφανὴς ἐγένετο·
  3. ἀποδοθείη δε αὐτῷ ἃ ἔπραξεν,
  4. συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.