Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. νεφέλη¶ ἀποκρυφῆς αὐτοῦ, καὶ οὐχ ὁραθήσεται,
  2. [*](¶C)
  3. καὶ γῦρον οὐρανοῦ διαπορεύεται.
  1. μὴ τρίβον αἰώνιον φυλάξεις ἣν ἐπάτησαν ἄνδρες δίκαιοι.
  1. οἳ συνελήμφθησαν ἄωροι;
  2. ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν·
  1. οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν;
  2. ἤ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ
  1. ὅς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν,
  2. βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ᾿ αὐτοῦ,
[*](3 ωφελεια BᵃᵇA (evan in C) + αυτω A | απωσης] απλωσης U+05D0c.aA απλωσεις C U+05D0AC ουχ] ουχι A | om εισιν A 6 δε 1ο] om U+05D0 γαρ A | αφιλου U+05D0A 8 προσ- τον] προσωπα U+05D0c.aAC | ωκισας] εκομισας A | τους επι της γης] πτωχους επι ς γης U+05D0c.aC τους επι της γης πτωχους U+05D0c.a πτωχους επι γης A 9 ορφανους και ορφανους A 11 σκοτος] pr εις U+05D0A | υδωρ σε] σε υδωρ A om σε U+05D0 om ουχι A | ναιων Bᵃᵇ (νεων B*U+05D0A)] αιων C pr και U+05D0* (om και U+05D0c.a) ορα] pr ουκ A 13 ειπα C 14 νεφελη] νεφη U+05D0 post νεφ cett sciss aunt in C | αποκρυφη U+05D0Α | διαπορευσεται A 15 επατησαν] επα- ττησαν A* (επατ. Aᵇ) 17 Κυριος...ημιν 1⁰] τι ποιησει ημιν ο κς A | επαξει 18 ος δε] οτε γε A)
562
[*](B)
  1. ἰδόντες δίκαιοι ἐγέλασαν,
  2. ἄμεμπτος δὲ ἐμυκτήρισεν·
  1. εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν,
  2. καὶ τὸ κατάλιμμα αὐτῶν καταφάγεται πῦρ.
  1. γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς·
  2. εἶτ᾿ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.
  1. ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν,
  2. καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.
  1. ἐὸν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου,
  2. πόρρω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον·
  1. θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ,
  2. καὶ ὡς πέτρα χειμάρρου Σωφείρ.
  1. ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν,
  2. καθαρὸν δὲ ἀποδώσει σε ὣσπερ ἀργύριον πεπυρωμένον.
  1. εἶτα παρρησιασθήσῃ ἐναντίον Κυρίου, ἀναβλέψας εἰς τὸν οὐρανὸν
  2. ἱλαρῶς·
  1. εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου,
  2. δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς·
  1. ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης,
  2. ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος.
  1. ὅτι ἐταπείνωσας σεαυτόν, καὶ ἐρεῖς ῾ Υπερηφανεύσατο,
  2. καὶ κύφοντα ὀφθαλμοῖς σώσει·
  1. ῤύσεται ἀθῷον,
  2. καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου.