Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ;
  2. καὶ ἃ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ;
  1. καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη,
  2. καὶ αὐτὸς ἐπὶ σωρῶν ἠγρύπνησεν.
  1. ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου.
  2. καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται,
  3. καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.
  1. πῶς δὲ παρακαλεῖτέ με κενά;
  2. τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφʼ ὑμῶν οὐδέν.
  1. ῾Υπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει
  1. Πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ
  2. ἐπιστήμην;
  1. τί γὰρ μέλει τῷ κυρίῳ ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος;
  2. [*](U+05D0AC)[*](24 ενκατα U+05D0 | πληρης BU+05D0AC | μυελος δε] ο δε μ. A | αυτου 2⁰] ουτων U+05D0 25 δε] + γε A | πικρια U+05D0* (πικριας U+05D0c.a) | om ουδεν U+05D0* (hab συθεν U+05D0c.a) 26 δε 1⁰] + οι υιοι αυτου A | κοιμωνται] + οι υιοι αυτου U+05D0c.a ᵐ κοιμηθησονται A | εκαλυψεν] + επι γης A 28 ωστε] οτι C | ερειται AC | αρχοντος] αρχαιος A η σκεπη] om η A 29 παραπορευομενους] πορευομενους C | απαλλοτριω- σετε] απαλλοτριωσεται U+05D0C απολλοτριωθησεται (sic) A 30 εις 1⁰] η.ς C* | απωλιας U+05D0 | εις 2⁰] pr και A | απαχθησεται U+05D0c.a ⁽ᵛⁱᵈ⁾A 31 απαγγελει απαγγελλει U+05D0 αναγγελει C | προσωπον U+05D0c.a (ᵛⁱᵈ⁾A | om α U+05D0C 32 omαυ- τος 2⁰ U+05D0c.a ᵃAC | σωρων] σωρω U+05D0 σορω A 33 αναριθμητοι] αριθμητοι A 34 με παρακαλειτε C | εμε καταπαυσασθαι αφ υμων] εμε καταπαυσεσθε αφ υ. U+05D0 αφ υ. καταπαυσαι με A εμε καταπαυσασθαι αφ ημων C | ουδεν] + εστιν A XXII 1 evan in C | Ελιφας U+05D0 Ελιφαζ A Θαιμανιτης U+05D0 Θεμανιτης A 2 συνεσιν] pr σ initio lim quasi inc stich U+05D0* 3 ησθα] ης A | αμεμπτος τοις εργοις A)
    561
  3. ἤ ὠφελία ὅτι ἀπώσῃς τὴν ὁδόν σου;
  1. ἢ λόγον σου ποιούμενος ἐλέγξει σε, καὶ συνεισελεύσεταί
  2. σοι εἰς κρίσιν;
  1. πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή,
  2. ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι;
  1. ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς.
  2. ἀμφίασιν δὲ γυμνῶν ἀφείλου·
  1. οὐδὲ ὕδωρ διψῶντας ἐπότισας,
  2. ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·
  1. ἐθαύμασας δέ τινων πρόσωπον,
  2. ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς·
  1. χήρας δὲ ἐξαπέστειλας κενάς.
  2. ὀρφανοὺς δὲ ἐκάκωσας.
  1. τοιγαροῦν ἐκύκλωσάν σε παγίδες,
  2. καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος.
  1. τὸ φῶς σοι σκότος ἀπέβη,
  2. κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν.
  1. μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ,
  2. τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν;
  1. καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός.
  2. ἤ κατὰ τοῦ γνόφου κρίνει;