Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- τἰ ἱκανὸς ὅτι δουλεύσομεν αὐτῷ;
- καὶ τίς ὠφελία ὅτι ἀπαντήσομεν αὐτῷ;
- ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά,
- ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ.
- οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται,
- ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή,
- ὠδίνες δὲ ἕξουσιν αὐτοὺς ἀπὸ ὀργῆς.
- ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπὸ ἀνέμου,
- ἤ ὥσπερ κονιορτὸς ὅν ὑφείλατο λαῖλαψ.
- ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ·
- ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.
- ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν,
- ἀπὸ δὲ Κυρίου μὴ διασωθείη·
- ὅτι τὸ θέλημα αὐτοῦ ἐν ἴοκῳ αὐτοῦ μετʼ αὐτοῦ,
- καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.
- πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ
- ἐπιστήμην ;
- αὐτὸς δὲ φόνους διακρινεῖ.
- οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ,
- ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν,
560
[*](B)- τὸ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος,
- μυελὸς δὲ αὐτοῦ διαχεῖται·
- ὁ δὲ τελευτῷ ὑπὸ πικρίας ψυχῆς. οὐφαγὼν οὐδὲν ἀγαθόν·
- ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται,
- σαπρία δὲ αὐτοὺς ἐκάλυψεν.
- ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι,
- ὥστε ἐρεῖτε Ποῦ ἐστιν οἶκος ἄρχοντος;
- καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;
- ἐραωτήσατε παραπορευομένους ὁδόν,
- καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε·
- ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός.
- εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται.
- τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ;
- καὶ ἃ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ;
- καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη,
- καὶ αὐτὸς ἐπὶ σωρῶν ἠγρύπνησεν.
- ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου.
- καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται,
- καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.
- πῶς δὲ παρακαλεῖτέ με κενά;
- τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφʼ ὑμῶν οὐδέν.