Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. διέσπασέν με κύκλῳ καὶ ᾠχόμην.
  2. ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.
  1. δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο,
  2. ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.
  1. ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπʼ ἐμοί,
  2. ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐνκάθετοι.
  1. ἀπ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν,
  2. ἔγνωσαν ἀλλοτρίους ἤ ἐμἐ·
  3. φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν.
  1. οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου,
  2. καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.
  1. γείτονες οἰκίας θεράπαιναί τε μου,
  2. ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.
  1. θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν·
  1. στόμα δέ μου ἐδέετο, 17 καὶ ἱκέτευον τὴν γυναῖκά μου,
  2. προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου·
  1. οἱ δὲ εἰς τὸν αἰῶνα ἀπεποιήσαντό με·
  2. ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν.
  1. ἐβδελύξαντό με οἱ ἰδόντες με·
  2. οὕς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.