Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος,
  2. καὶ ἐνέπλησεν πόνον γαστρός,
  1. ἐλέγχων ἐν ῥήμασιν οἷς
  2. οὐ δεῖ
  3. ἐν λόγοις οἷς οὐδεν ὄφελος;
  1. οὐ καὶ σὺ ἀπεποιήσω φόβον,
  2. συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου;
  1. ἔνοχος εἶ ῥήμασιν στόματός σου,
  2. οὐδὲ διέκρινας ῥήματα δυναστῶν·
  1. ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ,
  2. τὰ δέ χείλη σου καταμαρτυρήσουσίν σου.