Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἴα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος,
- ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ.
- ἀναγγελῶ δέ σοι, ἄκουέ μου.
- ἂ δὴ ἑώρακα ἀναγγελῶ σοι.
- ἃ σοφοὶ ἐροῦσιν, οὐκ ἔκρυψαν πατέρας αὐτῶν·
- αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ,
- καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπʼ αὐτούς.
- πᾶς ὁ βἰος ἀσεβοῦς ἐν φροντίδι,
- ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ,
- ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ·
- ὅταν δοκῆ ἤδη εἰρηνεύειν.
- ἤξει αὐτοῦ ἡ καταστροφή.
- μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους·
- ἐντέταλται γἃρ ἤδη εἰς χεῖρας σιδήρου.
- κατατέτακται δὲ εἰς σῖτα γυψίν·
- οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα. [*](10 βαρυτερος] πρεσβυτερος A* (βαρ. Aa) 11 ημαρτησας C | υπερβαλ. U+05D0ΑC τως] υπερβαλλον ουτως C 12 τι ετολμησεν] τι οτι ετολμ. A τετολμησεν τι 2⁰] + σοι A 13 δε εκ σ sup ras Bᵃᵇ 14 om οτι A 15 αγιων] ιυτου U+05D0c.a | ου 1⁰] ο C | πιστευει] + μεμψις A | ουρανος] pr ο A | αυτου] ιστρα δε ουκ αμεμπτα A 16 ανηρ 0 praec coniung C | ἀδικιαν A αναγγελω 1⁰] αναγγελλω U+05D0A | δε] ουν A | ακουε μου] συ δε μου ακουε εορακα AC | αναγγελω 2⁰] αναγγελλω A 18 ερουσιν] ανηγγειλαν ουκ] pr και U+05D0AC | πατερας] πρες AC 19 αυτοις] αυτοις δε U+05D0c.a stea ras δε) αυτος δε Cedit 20 ασεβων A 21 ειρηνευεσθαι A | ηξει] τοτε A | η καταστρ. αυτου A 22 αποστροφηναι U+05D0* (-στραφ. U+05D0c.a) | εταλται] εντετακται A | σιδηρου] + καταπιπτι δε εις εξαληφιν A (sign inx A? ᵐᵍ) 23 κατατετακται δε] και κατατετ. A κατατετ. γαρ C | δε γαρ U+05D0 | πτωμα] πτωσιν U+05D0)
- ἡμέρα δὲ αὐτὸν σκοτινὴ στροβήσει,
548
[*](B)- ἀνάγκη δὲ καὶ θλίψις αὐτὸν καθέξει
- ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων·
- ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου,
- ἔναντι δέ Κυρίου Παντοκράτορος ἐτραχηλίασεν,
- ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει,
- ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ·
- ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ,
- καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων.
- αὐλισθείη δὲ πόλεις ἐρήμους.
- εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους·
- ἄ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.
- οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα·
- οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιάν,
- οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος·
- τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος,
- ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος.
- μὴ πιστευέτω ὅτι ὑπομενεῖ,
- κενὰ γὰρ ἀποβήσεται αὐτῷ·
- ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται,
- καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·
- τρυγηθείη) δὲ ὡς ὄμφαξ πρὸ ὥρας.
- ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.
- μαρτύριον γὰρ ἀσεβοῦς θάνατος,
- πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.
- ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας,