Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει,
  2. ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον.
  1. ἀνήρ δὲ τελευτήσας ᾤχετο,
  2. πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν.
  1. χρόνῳ γὰρ σπανίζεται θάλασσα,
  2. ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη.
  1. ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ
  2. ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συνραφῇ,
  3. καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν
  1. εἰ γὰρ ὄφελον ἐν ᾄδῃ με ἐφύλαξας.
  2. ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργή.
  3. καὶ τάξῃ μοι χρόνον ἐν ᾧ μνείαν μου ποιήσῃ.