Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος. ζήσεται.
  2. συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ·
  3. ὑπομενῶ ἕως πάλιν γένωμαι.
  1. εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι.
  2. τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ.
  1. ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα,
  2. καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου·
  1. ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ,
  2. ἐπεσημήνω δὲ εἰ τι ἄκων παρέβην.
  1. καὶ πλὴν ὄρος πίπτον διαπεσεῖται,
  2. καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς