Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καλὸν γὰρ ἐὰν ἐξιχνιάσῃ ὑμᾶς;
  2. εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,
  1. οὐθὲν ἦττον ἐλέγξει ὑμᾶς·
  2. εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε,
  1. πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς;
  2. ὁ φόβος δὲ παρʼ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν,
  1. ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ,
  2. τὸ δὲ σῶμα πήλινον.
  1. κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ,
  1. ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν,
  2. ψυχὴν δέ μου θήσω ἐν χερί.
  1. ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται,
  2. ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
  1. καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν,
  2. οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
  1. ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου,
  2. ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
  1. ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου.
  2. §οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.
  1. τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι,
  2. ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;
  1. δυεῖν δέ μοι χυήσῃ,
  2. τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·
  1. τὴν χεῖρα ἀπʼ ἐμοῦ ἀπέχου,
  2. καὶ ὁ φόβος σου μὴ με καταπλησσέτω.
  1. εἶτ᾿ ἂν καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι·
  2. [*](8 η] ει A (inc stich) | υμεις δε αυτοι] αυτοι υμεις A | κρινται U+05D0* (improb U+05D0AC U+05D0?) | γενεσθε] + καλως γε λαλουντες A 9 καλον γαρ εαν] om εαν 3 εαν γαρ A | γαρ 2⁰] και A | αυτω] οδω αυτου A 10 προσωπον A | αυμασεσθε] θαυμασεται A 11 δεινα] διλια A | ο φοβος] om ο §c.aA | παρ αυτου] κυ A 12 αποβησεται δε] και αποβ. A | υμων] υμιν § | αγαυριαμα] γαυριαμα BᵇU+05D0A | ισα] ισον U+05D0 13 θυμου] θυμω μου A 14 οδουσιν] + μου A | χειρι] χερσιν U+05D0 χερσιν μου A 15 με] pr μη A | η ιην] ου μην δε αλλα A | ελεγξω] + υμας A 16 τουτο] + το A | εισελευσεται ναντιον αυτου δολος A 17 ακουσατε 1⁰] +μου A | μου τα ρηματα A | υμων] Ι υμιν U+05D0 18 εγω 2⁰] pr U+05D0* (om ο U+05D0¹) 19 οτι] ινα A 20 χρηση] ρια A χρησιν c | om ου U+05D0 21 χειρα] + σου A | απ εμου απεχου] αποσχου π εμου A 22 ειτ αν] ειτα B⁶ εστ αν U+05D0* ειτα U+05D0c.a(vid)AC | καλeσh U+05D0* -σις U+05D0c.a⁽ᵛⁱᵈ) | σοι 1⁰] σου Bᵃvel potius b U+05D0* σοι U+05D0c.a) | υπακουσομαι] υπακουω A)
    544
    [*](B)
  3. ἤ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.
  1. πόσαι εἰσὶν αἵ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου;
  2. δίδαξόν με τἰνες εἰσίν.
  1. διὰ τί ἀπʼ ἐμοῦ κρύπτῃ,
  2. ἥγησαι δέ με ὑπεναντίον σοι;
  1. ἤ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ,
  2. ἤ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;
  1. ὅτι κατέγραψας κατʼ ἐμοῦ κακά,
  2. περιέθηκας δέ μοι νεότητος ἁμαρτίας·
  1. ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι,
  2. ἐφύλαξας δέ μου πάντα τὰ ἔργα,
  3. εἰς δὲ ῤίζας τῶν ποδῶν μου ἀφίκου·
  1. ὄ παλαιοῦται ἴσα ἀσκῷ,
  2. ἡ ὥσπερ ἱμάτιον σητόβρωτον.