Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἤ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ,
  2. ἤ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι;
  1. ὅτι κατέγραψας κατʼ ἐμοῦ κακά,
  2. περιέθηκας δέ μοι νεότητος ἁμαρτίας·
  1. ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι,
  2. ἐφύλαξας δέ μου πάντα τὰ ἔργα,
  3. εἰς δὲ ῤίζας τῶν ποδῶν μου ἀφίκου·
  1. ὄ παλαιοῦται ἴσα ἀσκῷ,
  2. ἡ ὥσπερ ἱμάτιον σητόβρωτον.
  1. βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ἀργῆς,
  1. ἤ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν,
  2. ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ.
  1. οὐχὶ καὶ τούτου λόγον ἐποιήσω,
  2. καὶ τούτου ἐποίησας εἰσελθῖν ἐν κρίματι ἐνώπιόν σου
  1. τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου ; ἀλλ᾿ οὐθεἰς,
  1. ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς·
  2. ἀριθμητοὶ δέ μῆνες αὐτοῦ παρʼ αὐτοῦ,
  3. εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβῇ.
  1. ἀπόστα ἀπʼ αὐτοῦ ἳνα ἡσυχάσῃ
  2. καὶ εὐδοκήση τὸν βίον, ὥσπερ ὁ μισθωτός.
  3. ἔστιν γὰρ δένδρῳ ἐλπίς·
  4. [*](U+05D0AC)[*](22 om η A | ανταποκρισιν] αποκρισιν A 23 αι ανομιαι] διανομιαι U+05D0* (αι αν. U+05D0c.a) om αι AC | τινες εισιν διδαξον με A | δαξον U+05D0* (διδ. U+05D01) 24απ εμου κρυπτη] με αποκρυπτη A | υπεναντιον] pr ωσπερ A | σοι] σου U+05D0* (σοι U+05D0c.a postea restit σου) A 25 ως 1⁰] ωσπερ U+05D0A | ανεμου] pr του U+05D0* (om U+05D0c.a) | χορτον φερομενον A | αντικεισαι (αντικειμαι C)] + δε et c seqq coniung A | μοι] σοι C 26 κατ eμοy] επει με C | περιεθηκας δε] και περιεθ. A 27 τον ποδα μου U+05D0 | κωλυματι] κυκλωματι A | εφυλαξας δε] και εφυλαξες (sic) A | των ποδων] om των A 28 οι παλαιουνται A XIV 1 γεννητος γαρ γυναικος U+05D0* (γαρ γενν. γυν. U+05D0c.a) | om γεννητος C 2 εξεπεσον U+05D0fort 3 ποιησω B* (εποιησω Ba et fprt b) | εν κριματι εισελθειν A | ενωπιον] επι A 4 καθαρος εσται] εστε καθαρος A | ρυπου] ρειπου C αλλ ουθεις] αλλ ουδεις U+05D0 (-δις) C ουδε εις A inc stich NC 5 μιας ημερας A | ο βιος] pr γενηται A | αυτου 3⁰] αυτω A | χρονον] + γαρ A 6 απ αυτου] απ εμου A | ησυχασω A | ευδοκησω A | τον βιον] pr μου A | ο μισθω- τος] om ο A)
    545
  5. ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει,
  6. καὶ ὁ ῤάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ·
  1. ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ,
  2. ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ,
  1. ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει,
  2. ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον.
  1. ἀνήρ δὲ τελευτήσας ᾤχετο,
  2. πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν.
  1. χρόνῳ γὰρ σπανίζεται θάλασσα,
  2. ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη.
  1. ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ
  2. ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συνραφῇ,
  3. καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν